Ancient Greek
153 to 154
JOANNES ANTIOCHENUS, Fragmenta 153-154
Not analysed yet
Ὅτι ἐπὶ Κλαυδίου τοῦ βασιλέως Αὐρίολος ἐπὶ χρόνον συχνὸν ἔξω τῆς Γαλλιηνοῦ καταστήσας ἑαυτὸν ἐξουσίας, ἐπικηρυκεύεται παραχρῆμα πρὸς Κλαύδιον, καὶ παραδοὺς ἑαυτὸν, ὑπὸ τῶν περὶ τὸν βασιλέα στρατιωτῶν ἀναιρεῖται τῇ διὰ τὴν ἀπόστασιν ἐχομένων ἀργῇ. Ὅτι Κυντίλλος ἀδελφὸς Κλαυδίου, ὃς ἐβασίλευσε Ῥωμαίων, ἅμα τῷ γνῶναι τὴν βασιλείαν Αὐρηλιανῷ παραδεδομένην, ἑκόντα τῆς ἀρχῆς ἀποστῆναι [λέγεται] καὶ τῶν ἰατρῶν τινὸς τεμόντος φλέβα αὐτῷ, καὶ ἐνδόντος ῥεῦσαι τὸ αἷμα, μέχρις αὖος ἐγένετο.