Ancient Greek · ~7 min
Pg 104
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 104
Not analysed yet
εἶτά φησιν· 11,7a μὴ ἴχνος κυρίου εὑρήσεις 7b ἢ εἰς τὰ ἔσχατα ἀφίκου ὧν ἐποίησεν ὁ παντοκράτωρ; τουτέστιν· «μὴ δύνασαι εἰδέναι αὐτοῦ τὴν σοφίαν καὶ τὴν ὁδόν;» καὶ μὴν καὶ αὐτὸς προλαβὼν ταῦτα ὡμολόγησε καὶ πολλὰ περὶ τῆς δυνάμεως αὐτοῦ καὶ τῆς σοφίας διελέχθη καὶ τοῦ ἀκαταλήπτου καὶ τοῦ καθαροῦ, ὥστε ταῦτα περιττά. 11,8a ὑψηλὸς ὁ οὐρανός, γῆ δὲ βαθεῖα, καὶ τί ποιήσεις; ἢ τοῦτο λέγει· «τί τοιοῦτον ποιῆσαι δύνασαι;» ἢ ὅτι «ὥσπερ ταπεινὸς εἶ <σὺ ἐπὶ τῆς γῆς, οὕτως ὁ θεὸς ὑψηλὸς> ἐν οὐρανῷ, καὶ οὐδὲν δύνασαι ἐργάσασθαι, ἀλλ' ὅσον ἀπέχει ὁ οὐρανὸς τῆς γῆς, τοσοῦτον καὶ σὺ τοῦ θεοῦ· αὐτὸς γὰρ οἶδε τὰ πάντα.» 11,8b ἢ βαθύτερα, φησίν, τῶν ἐν ᾅδου τί οἶδας; 11,9a ἢ μακρότερα μέτρων γῆς ἐπίστασαι 9b ἢ εὖρος θαλάσσης; 11,10a ἐὰν γὰρ καταστρέψῃ τὰ πάντα ἢ συναθροίσῃ, 10b τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας; 11,11a αὐτὸς γὰρ οἶδεν ἔργα ἀνόμων, 11b ἰδὼν δὲ ἄτοπον οὐ παρόψεται. 11,12a ἄνθρωπος δέ, φησίν, ἄλλως νήχεται λόγοις, 12b βροτὸς δὲ γεννητὸς γυναικὸς ἴσα ὄνῳ ἐρημίτῃ. καὶ καλῶς εἶπεν· ἴσα ὄνῳ ἐρημίτῃ, τῷ συνεχῶς ὀγκουμένῳ. «οὐδὲν διαφέρει», φησίν, «τὰ ῥήματα ἡμῶν τῆς ἀσήμου φωνῆς ἐκείνης τῆς εἰκῇ καὶ ἁπλῶς βοώσης· ἐπὶ πᾶσι πάντα μεμφόμεθα, πάντα ἐγκαλοῦμεν.» πάλιν παραινοῦσιν αὐτῷ ὥστε ἐπιμεληθῆναι βίου· καὶ μὴν οὐδέν ἐστι τοῦτο {φησί}. διὰ γὰρ τοῦτο ἔλεγεν· ἐὰν ὦ δίκαιος, οὐ μὴ ἀνακύψω. «τί τὸ ὄφελος;» φησίν· «ἰδοὺ δίκαιός εἰμι, ἀλλὰ πρὸς αὐτὸν ἀκάθαρτος.» 11,13a εἰ γὰρ σὺ καθαρὰν ἔθου τὴν καρδίαν σου, φησίν, 13b ὑπτίασας δὲ τὰς χεῖράς σου πρὸς αὐτόν· 11,14a εἰ ἔστιν ἀνομία ἐν χερσί σου, 14b πόρρω ποίησον αὐτὴν ἀπὸ σοῦ, 14c ἀδικία δὲ ἐν διαίτῃ σου μὴ αὐλισθήτω.