Ancient Greek
Pg 105
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 105
Not analysed yet
11,15a οὕτω γὰρ ἀναλάμψει τὸ πρόσωπόν σου ὥσπερ ὕδωρ καθαρόν, 15b ἐκδύσῃ δὲ ῥύπον καὶ οὐ μὴ φοβηθῇς· 11,16a καὶ τῶν κόπων σου ἐπιλήσῃ 16b ὥσπερ κῦμα παρελθὸν καὶ οὐ πτοηθήσῃ. ἐπειδὴ γὰρ ἔλεγεν, ὅτι «ἀδύνατος ἡ μεταβολή· ἐὰν ἀποπλύνωμαι χιόνι, ἱκανῶς με ἐν ῥύπῳ ἔβαψας», διὰ τοῦτό φησιν· οὕτως ἀναλάμψει σου τὸ πρόσωπον ὥσπερ ὕδωρ καθαρόν. τὰ μὲν οὖν ἄλλα καλῶς, τὸ δὲ λέγειν ἀεί, ὅτι δι' ἁμαρτήματα ταῦτα γέγονεν, τοῦτο κακῶς, καὶ τὸ παραινεῖν μεταβάλλεσθαι πρὸς ἀρετήν—οὐ γὰρ ἦν ἐν κακίᾳ—, τοῦτο ἀγνοίας ἦν καὶ οὐκ εἰδότων οὐδέν. 11,17a ἡ δὲ εὐχή σου, φησίν, ὥσπερ ἑωσφόρος, 17b ἐκ δὲ μεσημβρίας ἀνατελεῖ σοι ζωή. 11,18a πεποιθώς τε ἔσῃ, ὅτι ἔσται σοι ἐλπίς, 18b ἐκ δὲ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη. 11,19a ἡσυχάσεις γὰρ καὶ οὐκ ἔσται ὁ πολεμῶν σε· 19b μεταβαλλόμενοι δὲ πολλοί σου δεηθήσονται, 11,20a καὶ σωτηρία αὐτοὺς ἀπολείψει. 20b ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπολεῖται. 20c ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται· παρ' αὐτῷ γὰρ σοφία καὶ δύναμις. 12,1 ΥΠΟΛΑΒΩΝ ΔΕ, φησίν, ΙΩΒ ΛΕΓΕΙ· 12,2a μὴ ὑμεῖς ἐστε ἄνθρωποι μόνοι, 2b ἢ μεθ' ὑμῶν τελευτήσει σοφία; ἐπειδὴ τὰ φανερὰ καὶ δῆλα λέγουσιν, ὅρα, πῶς τὰ μὲν προοίμια αὐτοῦ ἐπιεικέστερα, τὰ δὲ τέλη οὐχ οὕτω. διὰ τοῦτο λέγει· ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με. «ὑμεῖς ἔχετε λαβεῖν τὴν σοφίαν», φησίν, «καὶ ἀπελθεῖν;» παρατήρει, πῶς πανταχοῦ ἐν ἀρχῇ τῶν λόγων, ἐπειδὴ μέλλει μετὰ ταῦτα φορτικὰ φθέγγεσθαι, ἵνα μὴ αὐτοῦ καταψηφίσῃ, πῶς πανταχοῦ πρῶτον ἀφοσιοῦται πρὸς τὸν θεὸν καὶ λέγει, ὅτι μέγας ἐστὶ καὶ θαυμαστὸς καὶ οὐδὲν ἀδίκως ποιεῖ.