Ancient Greek · ~5 min
Pg 119
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 119
Not analysed yet
καὶ οὐκ ἐπῆλθεν ἀλλογενὴς ἐπ' αὐτούς. τουτέστιν· οἱ σοφοὶ καὶ εἰρήνης ἀπολαύοντες ἐκγόνοις παραδιδόντες οὐδὲ πόλεμον ὑπέμειναν οὐδὲ μάχην εἶδον οὐδὲ ἀνάστατοι γεγόνασιν, ἀλλ' ἔστησαν γενναίως καὶ ἀνδρείως καὶ περιεγένοντο καὶ ἐκράτησαν ἰσχύος καὶ δυνάμεως μεγέθους πολλῆς ἀπολαύοντες εἰρήνης. πᾶς ὁ βίος ἀσεβῶν, φησίν, ἐν φροντίδι. καὶ ὅταν κατειρηνεύσωσιν, τὸ συνειδὸς αὐτῶν τοιοῦτον. ἔτη δὲ ἀριθμητὰ δεδομένα δυνάσταις. τοῖς ἀδίκοις, φησίν· οἱ γὰρ τύραννοι ὀλιγοχρόνιοι. ὅταν δοκῇ εἰρηνεύειν, τότε ἥξει ἡ καταστροφὴ αὐτοῦ. ὥστε μαθεῖν, ὅτι ἄνωθεν ὁ πόλεμος, οὐδὲ ἔσται αὐτῷ μεταβολὴ τῶν δεινῶν. καὶ κατατέτακται εἰς σῖτα γυψίν, ἐντέταλται εἰς χεῖρας σιδήρου. ὅρα, καὶ ὁ θάνατος ἐλεεινός, οὐ κατὰ τὸν κοινὸν νόμον τῆς φύσεως, ἀλλὰ βίᾳ καὶ πολέμῳ καὶ μάχῃ, καὶ μετὰ θάνατον οὐδὲ ταφὴ οὐδὲ κηδεία, καὶ οὐ μόνον τὸ ἄταφον, ἀλλὰ καὶ σῖτα γυψίν, φησίν. οἶδε δὲ ἐν ἑαυτῷ, ὅτι μένει αὐτὸν πτῶμα. τοῦτο χαλεπώτερον τὸ συνειδός, ὅταν αὐτῷ τοιαῦτα μαντεύηται καὶ προλέγῃ. 15,23c ἡμέρα σκοτεινὴ στροβήσει αὐτόν, 15,24a ἀνάγκη δὲ καὶ θλῖψις αὐτὸν καθέξει. 24b ὥσπερ στρατηγός, φησίν, πρωτοστάτης πεπτωκώς, 15,25a ὅτι ἦρκεν χεῖρας ἔναντι κυρίου, 25b ἔναντι δὲ κυρίου παντοκράτορος ἐτραχηλίασεν, 15,26a ἔδραμεν δὲ ἔναντι αὐτοῦ ὕβρει 26b ἐν πάχει νώτου ἀσπίδος αὐτοῦ, 15,27a ὅτι ἐκάλυψε τὸ πρόσωπον αὐτοῦ ἐν στέατι αὐτοῦ. καθάπερ ἐκεῖνος λαμπρός ἐστι καὶ περιφανής, εἰς δὲ ἐπικίνδυ-