Ancient Greek · ~5 min
Pg 120
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 120
Not analysed yet
νον τόπον στὰς εὐθέως ἀπολεῖται, ὥσπερ ἐκεῖνος ἑτέρων ἄρχων πρὸ τῶν ἄλλων πεσεῖται, οὕτω καὶ οὗτος. ὅρα παράδειγμα οἷον ἔδωκεν· «τί αὐτὸν ὠφελεῖ», φησίν, «ἡ στρατηγία καὶ ἡ ἀρχή, ὅτι ἦρκε χεῖρας ἔναντι κυρίου;» εἶτα λέγει ἀράς τινας τὰς πάντως ἀποβησομένας τοῖς ἀσεβέσιν. εἰπὼν γάρ· 15,27b καὶ ἐποίησε περιστόμιον ἐπὶ τῶν μηρῶν αὐτοῦ, αἶνος δὲ αὐτοῦ ὕβρις. 15,28a αὐλισθείη δὲ πόλεις ἐρήμους 28b καὶ εἰσέλθοι εἰς οἴκους ἀοικήτους. 28c ἃ δὴ ἐκεῖνος ἡτοίμασεν, ἄλλοι ἀποίσονται. 15,29a οὔτε μὴ πλουτισθῇ, οὔτε μὴ μείνῃ τὰ ὑπάρχοντα αὐτοῦ, 29b οὐδὲ μὴ βάλῃ ἐπὶ τὴν γῆν σκιάν, 15,30a οὐδὲ μὴ ἐκφύγῃ σκότος. 30b τὸν βλαστὸν αὐτοῦ μαράναι ἄνεμος 30c καὶ ἐκπέσοι αὐτοῦ τὸ ἄνθος. 15,31a μὴ πιστευέτω, ὅτι ὑπομενεῖ· 31b κενὰ γὰρ αὐτῷ ἀποβήσεται. τότε ἐπήγαγεν· 15,32a ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται, 32b καὶ ὁ ῥάδαμνος αὐτοῦ οὐ μὴ πυκάσῃ· 15,33a τρυγηθείη δὲ ὥσπερ ὄμφαξ πρὸ ὥρας, 33b καὶ ἐκπέσοι ὥσπερ ἄνθος ἐλαίας. 15,34a μαρτύριον γὰρ ἀσεβοῦς θάνατος, 34b πῦρ δὲ κατακαύσει οἴκους δωροδεκτῶν, 15,35a καὶ ἐν γαστρὶ λήψονται ὀδύνας. 35b ἀποβήσεται δὲ αὐτῷ κενά, 35c ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει πόνον. πανταχοῦ τὸ ἄωρον καὶ ἀτέλεστον παρίστησιν. μαρτύριον γὰρ ἀσεβοῦς θάνατος, τουτέστιν· ἔλεγχος, κατηγορία, μαρτύριον τοῖς ἄλλοις ἀνθρώποις, ὅτι οὕτω δεῖ παθεῖν πάντας. καὶ πάλιν μαρτύριον ἀσεβοῦς θάνατος, τουτέστιν· δῆλος, καταφανής, οὐδενὶ ἄγνωστος.