Ancient Greek · ~7 min
Pg 160
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 160
Not analysed yet
γα, καὶ τούτου δὲ οὐκ ἔλαττον τὸ δεξαμένους τὴν ἐπιθυμίαν μὴ προσθεῖναι τὴν πρᾶξιν. προϊὼν δὲ καὶ τὸ τούτου μεῖζόν φησιν, ὅτι οὐδὲ οἱ ὀφθαλμοὶ ἔπαθόν τι τοιοῦτον. 31,7c καὶ εἰ ἐν ταῖς χερσί μου ἡψάμην δώρων,— καὶ τὸν θεὸν μάρτυρα καλεῖ καὶ ἐπαρᾶται ἑαυτῷ. 31,8a σπείραιμι, φησίν, καὶ ἄλλοι φάγονται 8b ἄρριζός τε γενοίμην ἐπὶ τῆς γῆς. 31,9a εἰ ἐξηκολούθησεν ἡ καρδία μου γυναικὶ ἀνδρὸς ἑτέρου, 9b εἰ δὲ καὶ ἐγκάθετος ἐγενόμην ἐπὶ θύραις αὐτῆς, 31,10a ἀρέσαι ἄρα καὶ ἡ γυνή μου ἄλλῳ, 10b τὰ δὲ νήπιά μου ταπεινωθείη. οὐκ εἶπεν· "ὁ ὀφθαλμός μου", ἀλλ' "οὐδὲ ἡ καρδία μου". «οὐδὲ τὴν διάνοιάν μου», φησίν, «εἴασα διαφθαρῆναί ποτε, μή τί γε τὸ σῶμα.» ὅπερ φησὶν ὁ Χριστός· ὁ ἐμβλέψας γυναικὶ πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. 31,11a θυμὸς γὰρ ὀργῆς ἀκάθεκτος 11b τὸ μιᾶναι ἀνδρὸς γυναῖκα. 31,12a πῦρ γὰρ ἔσται καιόμενον ἐκ πάντων τῶν μερῶν· 12b οὗ δ' ἂν εἰσέλθῃ, ἐκ ῥιζῶν ἀπώλεσεν. τίνος δὲ ἕνεκεν καὶ τὴν τιμωρίαν ἐξηγεῖται; «ᾔδειν», φησίν, «τῆς ἀδικίας τὸ μέγεθος, ἐπεσκεψάμην ἀκριβῶς τῆς ἐπηρείας τὴν ὑπερβολήν.» ὅπερ εἰ καὶ ἡμεῖς ἐπάσχομεν, οὐκ ἂν ἡμάρτομεν. ὁ πλεονέκτης, εἰ τὴν ὀδύνην καὶ τὴν τηκεδόνα τοῦ πένητος ᾔδει τοῦ πλεονεκτουμένου, οὐκ ἂν ἐποίησεν, ὅπερ ἐποίησεν, ἀλλ' εἰ καὶ ὁ τοῦ θεοῦ φόβος αὐτὸν μὴ κατεῖχεν, ὁ τῆς φύσεως ἂν ἐπέκαμψεν ἔλεος. ἀλλ' οἶδε μέν, οὐκ οἶδε δὲ ὥσπερ ὁ πάσχων αὐτός. «ἐγὼ δὲ αὐτῶν τῶν ἀδικουμένων οὐχ ἧττον ἠπιστάμην τὰς ἐπηρείας.» ὃ μισεῖς, ἄλλῳ μὴ ποιήσῃς. ὃ θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, τοῦτο καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς. διὰ τοῦτο, ἐπειδὰν πολλάκις ἑτέρους ἀδικῶμεν καὶ μυρία παραινῶν ὁ θεὸς μηδὲν ἰσχύσῃ, καθίστησιν ἡμᾶς εἰς τὴν πεῖραν τῶν πραγμάτων αὐτῶν, ἵνα δι' ὧν