Ancient Greek
Pg 161
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 161
Not analysed yet
πάσχομεν μανθάνωμεν καὶ ὅσον ἐστὶ τὸ δεινὸν παιδευθῶμεν. λέγεται καὶ περὶ τοῦ Ἠλία τοῦτο γεγενῆσθαι, καὶ ὅτι διὰ τοῦτο αὐτὸν εἴασεν ἐν λιμῷ. τοῦτο καὶ ἐπὶ τοῦ Ἰωνᾶ γέγονεν· διὰ τοῦτο καὶ ἐπεμβαίνει αὐτῷ λοιπὸν εὐκαίρως λέγων· σὺ μὲν γὰρ ἐφείσω ὑπὲρ τῆς κολοκύνθης, ἐγὼ δὲ οὐ φείσομαι ὑπὲρ Νινευὴ τῆς πόλεώς μου τῆς μεγάλης, ἐν ᾗ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες ἀνδρῶν; τοῦτο καὶ ἐπὶ Ἰερεμίου γέγονεν· «τί γάρ», φησίν, «κατέστρεψεν αὐτοὺς ὁ θεός;» καὶ τότε αὐτοῖς ἀρᾶται. ἐμοὶ δοκεῖ καὶ τὸ πάθος διηγεῖσθαι καθαιρῶν ἑαυτοῦ τὸ ἐγκώμιον, ὅτι «οὐδὲν μέγα ἐποίησα μὴ μοιχεύσας μηδὲ τὴν ἀνομίαν τὴν οὕτω μεγάλην ἐργασάμενος. ἐκριζοῖ γάρ», φησίν, «τὴν οἰκίαν, οὗ ἂν εἰσέλθῃ.» εἶδες σωφροσύνην, ὅρα καὶ ταπεινοφροσύνην· 31,13a εἰ δὲ καὶ ἐφαύλισα, φησίν, κρίμα θεράποντός μου ἢ θεραπαίνης 13b κρινομένων αὐτῶν πρός με. «οὔτε δοῦλος οὔτε ἐλεύθερος παρ' ἐμοῦ», φησίν, «ἠδίκηται.» 31,14a τί γὰρ ποιήσω, ἐὰν ἔτασίν μου ποιήσηται ὁ κύριος; 14b ἐὰν δὲ καὶ ἐπισκοπήν, τίνα ἀπόκρισιν ποιήσομαι; 31,15a πότερον οὐχ, ὡς ἐγὼ ἐγενόμην ἐν γαστρί, καὶ ἐκεῖνοι γεγόνασιν; 15b γεγόναμεν δὲ ἐν τῇ αὐτῇ κοιλίᾳ. ὅρα, πῶς ὑποτέμνεται αὐτοῦ τὰ ἐγκώμια πανταχοῦ καὶ καθαιρεῖ τὰ κατορθώματα· «οὐδὲν μέγα ἐποίησα», φησίν. «τοῦτο αὐτὴ ἡ φύσις βούλεται· κοινωνοῦμεν ἀλλήλοις, ἁπάντων ἡ αὐτὴ γένεσις, ἡ αὐτὴ εἴσοδος. πάντα κοινά· οὐ σεμνότερος ἐγὼ τῆς ἐκείνων φύσεως.» 31,16a ἀδύνατοι δέ, ἥν ποτε εἶχον χρείαν, οὐκ ἀπέτυχον, 16b καὶ χήρας τὸν ὀφθαλμὸν οὐκ ἐξέτηξα. ὁρᾷς, πῶς οὐκ ἦν ὑπερόπτης; πῶς μέτριος; πῶς κοινὸς ἁπάντων ἰατρὸς καὶ κοινὸς λιμὴν καὶ κοινὴ καταφυγὴ τῶν ἐν ἀνάγκαις ὄντων; ἥν ποτε εἶχον χρείαν, φησίν. οὐχὶ τὴν μὲν ναί, τὴν δὲ οὔ, ἀλλ'