Ancient Greek
Pg 192
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 192
Not analysed yet
ἀκαθαρτότερα ἔπεισιν ὁ λόγος ἐκ περιουσίας βουλόμενος δεῖξαι τὴν πρόνοιαν, ἐπεὶ καὶ ἐν τοῖς εὐαγγελίοις οὗτος ἐκ περιουσίας ἐστὶν ὁ λόγος· ἴδετε τὰ πετεινὰ τοῦ οὐρανοῦ, φησίν. καὶ πάλιν· εἰ δὲ τὸν χόρτον τοῦ ἀγροῦ σήμερον ὄντα καὶ αὔριον εἰς κλίβανον βαλλόμενον ὁ θεὸς οὕτως ἀμφιέννυσιν, οὐ πολλῷ μᾶλλον ὑμᾶς, ὀλιγόπιστοι; ἐμοὶ δοκεῖ τὸν Ἰὼβ βουλεύσασθαι, ὅτι ἁπλῶς τὰ πράγματα φέρεται καὶ ὡς ἔτυχε καὶ οὐ πολλὴ τῷ θεῷ φροντίς. πρὸς τοῦτο οὖν τὸν λόγον ἐποιήσατο, ὅτι πάνυ μέλει αὐτῷ τοῦ κόσμου καὶ προνοεῖ. διὰ τοῦτό φησι καὶ περὶ δημιουργημάτων καὶ περὶ τῶν ἐνδυμάτων. 39,1b ἐφύλαξας δέ, φησίν, ὠδῖνας ἐλάφων; καλῶς εἶπεν· ἐφύλαξας; ἐπειδὴ γὰρ ἀεὶ ἐν φυγῇ καὶ φόβῳ καὶ ἀγωνίᾳ τὸ ζῷον, ἀεὶ πηδῶν καὶ ἐναλλόμενον, «πῶς», φησίν, «οὐκ ἀμβλώσκει, ἀλλὰ πλήρης ὁ τόκος ἐξέρχεται;» 39,2a ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρης τοκετοῦ, 2b ὠδῖνας δὲ αὐτῶν ἔλυσας; 39,3a ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἄνευ φόβου; δειλὸν γάρ ἐστι τὸ ζῷον. πῶς οὖν τὰ παιδία καίτοι οὐκ ἔχοντα τὴν ἀπὸ τῶν ποδῶν ἀσφάλειαν ἄνευ φόβου ἐστίν; τίς αὐτὰ διατηρεῖ; ὁρᾷς, ὅτι ἀπὸ τῆς φύσεως οὐ προδίδονται; οὔτε ὁ λέων ἀπὸ τῆς ἰδίας ἰσχύος κρατεῖ οὔτε ἡ ἔλαφος προδέδοται, καίτοι δειλὸν τὸ ζῷόν ἐστιν. εἶτα μετὰ ταῦτά φησιν· 39,5a τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον; «τίς τοῦτο διετύπωσεν;» φησίν, «τίς τοὺς τῆς φύσεως νόμους ἔθηκεν; ὅτι γάρ», φησίν, «νόμοι διηνεκεῖς εἰσι καὶ οὐ παραφθείρονται, ἰσχυρὸν τὸ ζῷον καὶ ἀδάμαστον. κἂν μυρία φιλονεικῇς, οὐκ ἄξεις ὑπὸ τὴν χεῖρα τὴν σήν. ἃ ὁ θεὸς βεβούλευται, τίς διασκεδά-