Ancient Greek
Pg 25
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Commentarius in Job 25
Not analysed yet
θοῦντο τὴν ἀπώλειαν· πᾶσιν ἐγένετο τάφος εἷς ἡ οἰκία. ἐπικατέσεισεν αὐτοῖς τὸν ὄροφον, ὥστε μηδὲ πρὸς ταφὴν εὐδιάκριτον εἶναι λοιπὸν ἑκάστου τὸ σῶμα. τί ταύτης τῆς θέας ἐλεεινότερον; τί ταύτης τῆς συμφορᾶς βαρύτερον; ἐσθιόντων καὶ πινόντων· ἐν αὐτῷ τῆς συμφωνίας τῷ καιρῷ, ἐν αὐτῷ τῆς εὐφροσύνης τῷ χρόνῳ. καὶ ἐσώθην, φησίν, ἐγὼ μόνος. ἐπὶ μὲν τῶν ἄλλων τὸ ἐσώθην ἐγὼ μόνος ὅπως δήποτε λόγον εἶχεν. ἐνταῦθα δὲ πλέον ποιεῖ τὸ πάθος, εἴ γε τῶν παίδων ἀπελθόντων οὗτος ἐσώθη μόνος· ὅθεν μοι δοκεῖ αὐτὸς ὁ διάβολος εἶναι ὁ ταῦτα ἀπαγγέλλων. πάλιν οὗτος ὁ τρόπος οὐ κατὰ τὸν πρότερον· <δύο ἄγγελοι ἦλθον ἀπαγγέλλοντες φυσικὴν τελευτήν,> δύο ἄγγελοι ἄνωθεν εἶναι λέγοντες τὸν θάνατον, οὐ κατὰ τὸν νόμον τὸν κοινόν. ἐκεῖ φησιν οἱ αἰχμαλωτεύσαντες καὶ οἱ ἱππεῖς, ἐνταῦθα {τὸ} πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ πνεῦμα ἐκ τῆς ἐρήμου. 1,20a οὕτως ἀκούσας ὁ Ἰὼβ ἀναστὰς διέρρηξε τὰ ἱμάτια αὐτοῦ. μὴ νομίσῃς ἧτταν εἶναι τὸ πρᾶγμα, ἀγαπητέ· τοῦτο μάλιστα δείκνυσι τὴν νίκην. εἰ μὲν γὰρ μηδὲν ἐποίησεν, ἔδοξεν ἂν ἀσυμπαθὴς εἶναι, νῦν δὲ ὁμοῦ καὶ φιλόσοφος καὶ πατὴρ καὶ θεοσεβής. τί γὰρ ἐβλάβη; οὐχὶ τὰ παιδία πενθεῖ οὐδὲ τὴν ἀπώλειαν τῶν θρεμμάτων, ἀλλὰ τὸν τρόπον τῆς τελευτῆς. τίνα οὐκ ἂν ἐκίνησε ταῦτα; ποῖον ἀδάμαντα; ἐπεὶ καὶ ὁ Παῦλος ὑπὸ τῶν δακρύων τοῦτο ἔπαθεν· τί ποιεῖτε, λέγων, κλαίοντες καὶ συνθρύπτοντές μου τὴν καρ-