Ancient Greek
Sect 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De cruce et latrone [Sp.] (fort. auctore Severiano) 7
Not analysed yet
Ἐνταῦθα πρόσεχε ἀκριβῶς καὶ τὴν παλαιὰν ἐρευνήσας γραφὴν πᾶσαν καὶ τὴν νέαν· εὑρήσεις ὅτι οὐδεὶς φαίνεται τῶν δικαίων πρὸ τοῦ λῃστοῦ διὰ φωνῆς τὴν ἐπαγγελίαν δεξάμενος, οὐκ Ἀβραάμ, οὐ Μωϋσῆς, οὐχ οἱ προφῆται, οὐκ ἀπόστολοι, ἀλλὰ πρὸ πάντων ὁ λῃστὴς ἀκούει· „Ἀμὴν ἀμὴν λέγω σοι, σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ“. Ἐκάλεσεν ὁ Θεὸς τὸν Ἀβραὰμ λέγων· „Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου“ καὶ οὐκ εἶπεν· ἵνα κληρονομήσῃς παράδεισον, ἀλλὰ „δεῦρο εἰς γῆν ἣν ἄν σοι δείξω“. Μωϋσῇ τὸν νόμον δέδωκεν ὁ Θεὸς καὶ καρπὸν ἐντολῶν ἐπαγγέλλεται τὰ ἐπὶ γῆς ἀγαθά· „Ἐὰν φυλάξῃς τὸν νόμον Κυρίου τοῦ Θεοῦ σου“. Οὐδαμοῦ ἐπαγγελία παραδείσου πρὸ τοῦ λῃστοῦ.