Ancient Greek · ~8 min
Pg 151
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De meretrice [Sp.] 151
Not analysed yet
ὡς ἐξήρανας τῷ κρασπέδῳ τοῦ αἵματος τῆς αἱμοῤῥοούσης τοὺς ὀχετούς· ἐλέησόν με κύριε, υἱὲ Δαυὶδ, ὡς ἠλέησας ἐκείνην τὴν Χανανείαν, τὴν ἀγενῆ, ἀλλὰ καὶ πιστήν.» Ταῦτα τῆς πόρνης πιστῶς ἐν τῷ ἀποκρύφῳ τῆς ψυχῆς ἐργαστηρίῳ καθικετευσούσης μετὰ δακρύων, ἐξεπλήσσοντο πάντες οἱ ἀνακείμενοι ἐπὶ τῇ ἀνεξικακίᾳ τοῦ σωτῆρος, ὁρῶντες αὐτὸν ἐπιεικῶς φέροντα φιλήματα πορνικὰ καὶ κρατήματα χειρῶν ἁμαρτωλῶν. Ὁ δὲ φαρισαῖος, ὁ καλέσας αὐτὸν εἰς ἄριστον, ἐν τοῖς ἀφανέσι τῆς ψυχῆς ἐργαστηρίοις βλασφήμους ἐκίνει κατ' αὐτοῦ λογισμοὺς, καὶ τὴν τοῦ σωτῆρος φιλανθρωπίαν ὡς ἄγνοιαν ἐμέμφετο, λέγων ἐν ἑαυτῷ· «Οὗτος, εἰ ἦν προφήτης, ἐγίνωσκεν ἂν, ποταπή ἐστιν ἡ ἁπτομένη αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.» Ἀπάνθρωπον ὅλον καὶ τυφλὸν τοῦ φαρισαίου τὸ φρόνημα. Ἀλλὰ τί πρὸς αὐτὸν ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος καὶ τῶν ἀγαθῶν χορηγός; «Σίμων, Σίμων, ἔχω σοί τι εἰπεῖν»—ἤκουσα ὧν οὐκ ἐφθάγξω ῥημάτων, ἔγνων τῆς σῆς ψυχῆς τὰ βουλεύματα· ἐπίσταμαι τὰ κατὰ διάνοιάν σοι μελετηθέντα κατ' ἐμοῦ· καὶ διὰ τοῦτο μηδὲν λαλήσαντί σοι ἀποκρίνομαι, ἵνα ἐκ τῆς ἐμῆς ἀποκρίσεως μάθῃς τῆς ἐμῆς θεότητος τὴν ἰσχύν· ἵνα ἐκ τῶν ἐμῶν ῥημάτων ἐπιγνῷς, ὅτι ποιητής εἰμι ψυχῶν καὶ ἔφορος τῶν καρδιῶν· εἰ τοίνυν προφήτην με βούλει καλεῖν, ἢ καὶ δημιουργὸν τῶν προφητῶν, τὸν κατὰ τὸ βλεπόμενόν σοι ἄνθρωπον, ὃ βούλει καὶ δόξαζε. «Σίμων, Σίμων, ἔχω σοί τι εἰπεῖν· δύο χρεοφειλέται ἦσαν δανειστῇ τινι. ὁ εἷς ὤφειλε δηνάρια πεντακόσια, καὶ ὁ ἕτερος πεντήκοντα· μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτὸν ὤφειλεν πλέον ἀγαπᾶν; Ἀποκριθεὶς δὲ ὁ φαρισαῖος εἶπεν· ὑπολαμβάνω, ὅτι ᾧ τὸ πλέον ἐχαρίσατο. Λέγει πρὸς αὐτὸν ὁ σωτήρ· ὀρθῶς ἔκρινας»—Καὶ σὺ χρεστεῖς μοι τῆς ἑαυτοῦ ζωῆς εὐθύνας πολλὰς, κἀγὼ συνεχώρησά σοι καθάπερ καὶ ταύτῃ τῆς πολιτείας τὰ ἐγκλήματα, καὶ σοῦ καλέσαντός με προθύμως ὑπήκουσα καὶ ὁμορόφιος ἐγενόμην καὶ ὁμοδίαιτος· οὐχ ὡς ἄπορος ἢ ἐνδεὴς τροφῆς, ἀλλ' ὡς πλούσιος ἐν ἐλέει τὴν τῶν προςερχομένων μετάνοιαν προςδεχόμενος καὶ τὰς τούτων ἁμαρτίας συγχωρῶν. Τί οὖν διαβάλλεις τὴν ἐμὴν