Ancient Greek · ~2 min
Sect 13
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De regressu 13
Not analysed yet
Ἀλλ' ἐβουλόμεθα, φησίν, τὸ πάσχα μετὰ σοῦ ποιῆσαι. Ἀλλ' ὅμως καὶ ὑπὲρ τούτου ἀπολογήσομαι. Τὸ πάσχα ἐβούλεσθε μετ' ἐμοῦ ποιῆσαι; Οὐ κωλύεσθε· ποιήσατε μετ' ἐμοῦ σήμερον τὸ πάσχα. Δύο οὖν πάσχα ποιήσωμεν; Οὔ, ἀλλ' ἓν καὶ τὸ αὐτὸ πολλάκις. Ὥσπερ γὰρ ὁ ἥλιος ἀεὶ ἀνατέλλει καὶ οὐ βλέπομεν πολλοὺς ἡλίους ἀλλ' ἔστιν εἷς καθημέραν ἀνατέλλων, οὕτω καὶ τὸ πάσχα ἀεὶ τελεῖται καὶ ἕν ἐστιν ἀεὶ ἐπὶ τελούμενον.