Ancient Greek
Sect 14
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De regressu 14
Not analysed yet
Οὐχ οἷα τὰ ἰουδαϊκὰ τοιαῦτα καὶ τὰ ἡμέτερα· οὐ δουλεύω τόπῳ, οὐχ ὑπόκειμαι καιρῶν ἀνάγκῃ. «Ὁσάκις γὰρ ἂν ἐσθίητε τὸν ἄρτον τοῦτον καὶ τὸ ποτήριον τοῦτο πίνητε, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλετε». Καταγγείλωμεν καὶ σήμερον τὸν θάνατον τοῦ Χριστοῦ. Ἀλλὰ τότε ἑορτὴ καὶ σήμερον ἑορτή. Ὅπου γὰρ ἀγάπη ἑορτή. Ὅπου ἀπελάβετε πατέρα, τέκνα, ἑορτή. Καὶ γὰρ ἐκείνη ἡ ἑορτὴ ἀγάπης ἐστίν. «Οὕτως γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν ὑπὲρ ἡμῶν».