Ancient Greek
Sect 15
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De regressu 15
Not analysed yet
Ἀλλὰ πολλοὶ καὶ ἐβαπτίσθησαν μὴ παρόντος σου. Καὶ τί τοῦτο; Οὐδὲν ἔλαττον ἔχει ἡ χάρις, οὐ χωλεύει ἡ δωρεά. Παρόντος ἐμοῦ οὐκ ἐβαπτίσθησαν, ἀλλὰ παρόντος τοῦ Χριστοῦ ἐβαπτίσθησαν. Μὴ γὰρ ἄνθρωπός ἐστιν ὁ βαπτίζων; ἄνθρωπος τὴν δεξιὰν δανείζει, Θεὸς τὴν χεῖρα κινεῖ· μὴ ἀμφίβαλλε περὶ τῆς χάριτος, ἀγαπητέ. Διὰ τί; Ἐγὼ λέγω· τὸ βάπτισμα δῶρόν ἐστιν.