Ancient Greek · ~2 min
Sect 16
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De regressu 16
Not analysed yet
Προσέχετε μετὰ ἀκριβείας τῷ λόγῳ. Ὥσπερ ἐὰν πράξῃς δέησιν καὶ λάβῃς αὐτὴν ὑπογεγραμμένην, οὐ περιεργάζῃ εἰς ποῖον κάλαμον ἔγραψεν ὁ βασιλεύς, οὐδὲ εἰς ποῖον χάρτην οὐδὲ εἰς ποῖον μέλανα, (f. 390v) ἀλλ' ἓν μόνον ζητεῖς εἰ ὁ βασιλεὺς ὑπέγραψεν, οὕτω καὶ ἐπὶ τοῦ βαπτίσματος χάρτης τὸ συνειδός, κάλαμος ἡ γλῶσσα τοῦ ἱερέως, χείρ ἐστιν τοῦ Πνεύματος ἡ χάρις. Εἴτε οὖν δι' ἐμοῦ, εἴτε οὖν δι' ἐκείνου, ἡ αὐτὴ χεὶρ γράφει.