Ancient Greek · ~2 min
Sect 17
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De regressu 17
Not analysed yet
Ἡμεῖς ὑπηρέται ἐσμέν, οὐκ αὐθένται· καὶ Παῦλος ὑπηρέτης ἐστίν· «Οὕτω, φησίν, ἡμᾶς ἄνθρωπος λογιζέσθω ὡς ὑπηρέτας Χριστοῦ καὶ οἰκονόμους μυστηρίων Θεοῦ». «Τί γὰρ ἔχεις ὃ οὐκ ἔλαβες;» εἴ τι ἔχω, ἔλαβον· εἰ καὶ ἔλαβον, οὐκ ἐμόν, ἀλλὰ τοῦ δεδωκότος τὸ δῶρον· μὴ τοίνυν, ἀμφίβαλλε ἀγαπητέ. Ἡ χάρις ἀπηρτισμένη, ὁ τόπος οὐκ ἐκώλυσεν, εἴτε ἐν πλοίῳ· ὁ Φίλιππος ἐν ὁδῷ ἐβάπτισεν, ὁ Παῦλος ἐν δεσμωτηρίῳ, ὁ Χριστὸς τὸν λῃστὴν εἰς παράδεισον εἰσήγαγεν.