Ancient Greek · ~1 min
Sect 18
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, De regressu 18
Not analysed yet
Χαίρω διὰ ταῦτα καὶ εὐφραίνομαι καὶ τὰς εὐχὰς τὰς ὑμετέρας ἀπαιτῶ μεθ' ὧν ἀπῆλθον, μεθ' ὧν καὶ ἐπανῆλθον. Ἐκοινώνησα μὲν πελάγει ἀλλ' ἐν πελάγει γαλήνην ἐποίησεν ἡ ὑμετέρα ἀγάπη. Οὐκ εἰσῆλθον εἰς πλοῖον χωρὶς ὑμῶν, οὐ κατέβην εἰς πανδοχεῖον χωρὶς ὑμῶν, οὐκ ἐπέβην πόλει ἢ ἐκκλησίᾳ χωρὶς ὑμῶν, ἀλλὰ κἂν κεχωρισμένος ἤμην τῷ σώματι, συνδεδεμένος τῇ ἀγάπῃ.