Ancient Greek
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Utinam sustineretis modicum 5
Not analysed yet
Τοιοῦτον γὰρ τῶν ἁγίων τὸ ἔθος· εἰ μέν τι πράξαιεν φαῦλον, ἐκπομπεύουσιν αὐτὸ, καὶ καθ' ἑκάστην ἡμέραν θρηνοῦσι καὶ πᾶσι ποιοῦσι κατάδηλον· εἰ δέ τι γενναῖον καὶ μέγα, ἀποκρύπτουσι καὶ λήθῃ παραπέμπουσιν. Αὐτὸς γοῦν οὗτος ὁ ἅγιος τὰ μὲν ἁμαρτήματα καὶ μηδενὸς βιαζομένου, συνεχῶς ἔστρεφε καὶ ἐξεπόμπευε, νῦν μὲν λέγων, Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· νῦν δὲ λέγων, Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν· ἀλλ' ἠλεήθην, ὅτι ἀγνοῶν ἐποίησα ἐν ἀπιστίᾳ· καὶ πάλιν, Ἔσχατον δὲ πάντων ὡσπερεὶ τῷ ἐκτρώματι ὤφθη κἀμοί· ἐγὼ γάρ εἰμι ὁ ἐλάχιστος τῶν ἀποστόλων, ὃς οὐκ εἰμὶ ἱκανὸς καλεῖσθαι ἀπόστολος, ὅτι ἐδίωξα τὴν Ἐκκλησίαν τοῦ Θεοῦ· καὶ πάλιν, Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη. Ὁρᾷς πῶς οὐ τῶν ἀποστόλων μόνον, ἀλλὰ καὶ ἁπλῶς τῶν πιστῶν ἁπάντων ἔσχατον ἑαυτὸν καλεῖ, Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ, εἰπὼν, πάντων τῶν ἁγίων ἐδόθη ἡ χάρις αὕτη; Οὕτως οὐδὲ τῆς σωτηρίας, δι' ἧς ἐσώθη, ἄξιος εἶναί φησιν· εἰπὼν γὰρ ὅτι Χριστὸς Ἰησοῦς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ· ἄκουσον καὶ διὰ ποίαν αἰτίαν τοῦτο λέγει· Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρῶτον ἐνδείξηται Ἰησοῦς Χριστὸς τὴν πᾶσαν μακροθυμίαν πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον. Ὃ δὲ λέγει, τοῦτό ἐστιν· Οὐ διὰ τὴν ἀξίαν μετάθεσιν τοῦ βίου ἠλεήθην, μὴ τοῦτο νομίσῃς· ἀλλ' ἵνα μηδεὶς ἀπογνῷ τῶν ἐν κακίᾳ βεβιωκότων, μηδὲ τῶν τῷ Χριστῷ πολεμησάντων, τὸν πάντων ἔσχατον, καὶ μεθ' ὃν οὐδεὶς ἦν ἕτερος οὕτω πολέμιος τῷ Χριστῷ, σωθέντα ὁρῶν. Καὶ ὁ μὲν Χριστός φησιν, Ὅτι σκεῦος ἐκλογῆς μοί ἐστι τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον ἐθνῶν καὶ βασιλέων· οὗτος δὲ οὐδὲν ὑπὸ τῶν ἐγκωμίων ἐκείνων φυσηθεὶς, μένει ταλανίζων ἑαυτὸν μετὰ τοσαύτην παῤῥησίαν, πρῶτον τῶν ἁμαρτωλῶν ἑαυτὸν καλῶν, καὶ διὰ τοῦτο ἠλεῆσθαι λέγων, ἵνα μηδεὶς τῶν πρὸς ἐσχάτην ἐληλακότων κακίαν ἀπογνῷ τῆς οἰκείας σωτηρίας, πρὸς αὐτὸν καὶ τὴν εἰς αὐτὸν γενομένην φιλανθρωπίαν βλέπων.