Ancient Greek · ~1 min
Sect 16
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 16
Not analysed yet
Λοιπὸν γὰρ Ἰουδαῖοι ποιοῦσι τὸ πάσχα πρὸ ἰσημερίας ἀδιαφόρως, ἐκτὸς εἰ μή, ἐμβολίμου μηνὸς ἐνστάντος, ἀκουσίως μετ' ἰσημερίαν παραταθῶσιν, τοῦτο δὲ οὐκ ἔστι σκοποῦ ἀλλ' ἁπλῶς τοῦ συμβάντος. Αὐτίκα γοῦν νῦν εἰς τὸ ἐνεστὸς πρὸ ἰσημερίας ποιοῦσιν, καὶ κατηγοροῦνται ὑπὸ τῶν Ἰουδαίων σοφῶν παραβάται τοῦ †χρίσματος†.