Ancient Greek · ~3 min
Sect 17
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 17
Not analysed yet
Ἔχομεν δὲ ἡμεῖς τοῦ μυστηρίου τὴν ἰσχὺν ἀσύλητον. Ὁ μὲν γὰρ χρόνος καθ' ὃν ἔπαθεν ὁ σωτὴρ οὐκ ἠγνόηται· τὰ γὰρ ὑπομνήματα τὰ ἐπὶ Πιλάτου πραχθέντα καὶ τὴν προθεσμίαν περιέχει τοῦ πάσχα. Ἱστορεῖται γοῦν ὅτι τῇ πρὸ ὀκτὼ καλανδῶν ἀπριλίων ἔπαθεν ὁ σωτήρ· αὕτη γοῦν ἡ προθεσμία μετ' ἰσημερίαν συνίσταται, καὶ τοῖς ἀκριβοῦσι κατείληπται. Καὶ ἔχε τοῦτον τὸν κανόνα, ἵνα ἴδῃς ὅτι Χριστὸς ἐν ταύτῃ τῇ προθεσμίᾳ ἔπαθε καὶ ἵνα εἰδὼς τηρῇς ἀεὶ μετ' ἰσημερίαν ποιεῖν τὸ πάσχα Χριστὸν μιμούμενος, καὶ φεύγῃς μὲν τὴν τῶν αἱρετικῶν παρανομίαν, ζητῇς δὲ τὰς αἰτίας τῶν χρόνων· πειράσομαι δὲ ἤδη ταύτας ἀπαριθμῆσαι κατὰ τόπον, ἵν' ἁρμονίαν δείξω τοῦ μυστηρίου πρὸς τὴν ἀρχαίαν κατάστασιν.