Ancient Greek · ~2 min
Sect 18
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 7) [Sp.] 18
Not analysed yet
Ἔπαθεν ὁ Χριστὸς μετ' ἰσημερίαν καὶ τῇ παρασκευῇ ἔπαθεν, ὡς ἴσμεν καὶ αἱ γραφαὶ μεμηνύκασιν, τεσσαρεσκαιδεκάτῃ κατὰ σελήνην τῆς παρασκευῆς συντρεχούσης. Ἐν γὰρ τῷ πάσχα τῶν Ἰουδαίων ἔπαθεν· τὸ δὲ πάσχα τῶν Ἰουδαίων τότε πάντας τοὺς χρόνους πρὸς τὸ πάθος συνήγαγε καὶ ἰσημερίαν προλαμβάνουσαν καὶ τεσσαρεσκαιδεκάτην ἐνεστῶσαν καὶ παρασκευὴν καὶ σάββατον καὶ κυριακὴν συναρμοζόμενα. Διὰ τί ταῦτα γέγονε καὶ τίνος ἕνεκεν; ἤδη ὀφείλω λέγειν καὶ ἑκάστου τῶν προκειμένων τὴν θεωρίαν ἀποδοῦναι, οὐκ ἀπὸ γλώττης ἐμῆς σχεδιαζομένου τοῦ λόγου, ἀλλ' ἀπὸ πιστῶν πραγμάτων πιστοῦ δεικνυμένου τοῦ λόγου.