Ancient Greek · ~7 min
Pg 60
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Oratio de hypapante [Sp.] 60
Not analysed yet
παιδίον εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Κυρίου· ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται". Ἴδε οὖν αὐτὸς πείθει ἡμᾶς ὁ εὐαγγελιστής· ἐτέλεσε τὰς τεσσαράκοντα ἡμέρας κατὰ τὸν νόμον Μωυσέως. Καὶ τότε "ἀνήγαγον τὸ παιδίον εἰς Ἱεροσόλυμα παραστῆσαι τῷ Κυρίῳ", τουτέστι τῷ πατρί, τὸν μηδέπω χωρισθέντα τοῦ πατρός· "ἀνήγαγον παραστῆσαι τῷ Κυρίῳ" τὸν Κύριον πάντων τῶν αἰώνων· "ἀνήγαγον παραστῆσαι" τὸν σύνθρονον τοῦ πατρός, ᾧ τὰ Χερουβὶμ παρίστανται μετὰ φόβου· "ἀνήγαγόν" φησιν ὁ εὐαγγελιστὴς "παραστῆσαι τῷ Κυρίῳ καθὼς γέγραπται ἐν νόμῳ Κυρίου, ὅτι πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται". Διατί δὲ ἄρα τὸ τοῦ νόμου ἐποιεῖ ὁ Κύριος ἐλθών; ἵνα παραγάγῃ τὸν νόμον, ἴδιον γὰρ τῆς τοῦ θεοῦ σοφίας καὶ προγνώσεως τοῦτο. Ἀπέκλειε γὰρ διά τε τῶν γραμμάτων, διά τε τῶν λόγων, τὰς αὐτῶν κακονοίας, λέγων "Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἀλλὰ πληρῶσαι τοῦτον". Οὐδὲ γὰρ ὤκνησαν οἱ Ἰουδαῖοι κατηγορίας ἐφευρίσκειν κατὰ τοῦ Κυρίου, διὸ καὶ τὰ τοῦ νόμου ἐντάλματα ποιῶν, καὶ οὕτως ὑπ' αὐτῶν ἠτιμάζετο. Εἰ δὲ τὰ τοῦ νόμου μὴ ἐποίει, τίς ἄρα ἐπέκλειεν αὐτῶν τὰ ἀναίσχυντα στόματα τοιαῦτα μελλόντων λέγειν, ὅτι ἐξ ἀτονίας τινὸς μὴ ἰσχύων τὰ τοῦ νόμου ποιεῖν κελεύσματα, ἄλλον τινὰ ἐφευρίσκει ἐλαφρὸν νόμον κηρύττειν, μὴ ἰσχύων αὐτὸς τὰ τοῦ νόμου ποιεῖν ἢ πράττειν; Ὅμως μέντοι οὐκ ἐξακολουθεῖ τοῖς λόγοις αὐτῶν, ἐπειδὴ πολλὰ τῆς σωτηρίας καὶ τῆς οἰκονομίας ἡμῶν ἕνεκεν ἐποιεῖ μυστήρια· ὅμως ἔσπευδε κἀκείνων τὴν σωτηρίαν ἐπισπάσασθαι καὶ πρὸς ἡμᾶς ἐκπληρῶσαι τὸ τῆς οἰκονομίας μυστήριον. Τὸ γὰρ πράττειν αὐτὸν τὰ τοῦ νόμου οὐδὲν ἑτερόν ἐστιν ἢ ἵνα πλήρωμα δῷ τῷ νόμῳ, τῆς δὲ χάριτος ἄρξηται διδόναι τὰς δωρεάς. †Οὐ μὴν δὲ τοῦτο μόνον† τύπον καὶ σκιὰν εἶναι τῶν ἀληθινῶν πραγμάτων τῆς χάριτος. Καὶ ἀνέλαβεν ὁ θεὸς λόγος ἐν τῇ οἰκείᾳ σαρκὶ