Ancient Greek
Pg 62
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Oratio de hypapante [Sp.] 62
Not analysed yet
τὰ τοῦ νόμου καὶ κλείσας νόμον ἤνοιξε διὰ τῆς οἰκείας εὐσπλαγχνίας τὰ τῆς δωρεᾶς χαρίσματα. Τοίνυν θαυμάσωμεν τοῦ Παύλου βοῶντος· "Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνιάστοι αἱ ὁδοὶ αὐτοῦ". Καὶ ὁ Χριστὸς βοᾷ· "Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι". Ἀληθῶς γὰρ ἦλθεν ὁ τοῦ θεοῦ καὶ πατρὸς υἱὸς ἀναδέξασθαι ἐν τῇ οἰκείᾳ σαρκὶ τὰ τοῦ νόμου, οὐκ ἄνωθέν ποθεν κατενέγκας τὴν σάρκα, ἀλλ' εἰσελθὼν ἐν τῇ μήτρᾳ τῆς παρθένου καὶ σαρκωθεὶς ἐξ αὐτῆς· οὐ προϋπάρξαντος βρέφους, ἀλλὰ μετὰ τὸ εἰσελθεῖν ἐν τῇ κοιλίᾳ αὐτῆς τότε ἐκ τῶν τῆς παρθένου μελῶν σαρκωθεὶς ἄνευ σπορᾶς. Ἡ δὲ παναγία παρθένος ἐκ πνεύματος ἁγίου συλλαβοῦσα τοῦτον, ὃν τὰ σύμπαντα χωρῆσαι οὐκ ἠδύναντο, ἔτεκεν αὐτὸν σαρκωθέντα. Ὢ τοῦ φοβεροῦ καὶ φρικτοῦ μυστηρίου τὸ θαῦμα· τίς ἀκούσας οὐκ ἐκπλάγει; τίς ἐννοήσας οὐ θαυμάσειεν; ὅτι ὃν τὰ σύμπαντα οὐκ ἐχώρησε μήτρα παρθενικὴ ἐχώρησεν. Ἐπεὶ οὖν ἔχει ὁ νόμος ἀμνὸν ἐνιαύσιον συνεισφέρειν τὴν τικτοῦσαν εἰς ὁλοκαύτωσιν, καὶ δύο τρυγόνας ἢ δύο νεοσσοὺς περιστερῶν, τὸν μὲν ἀμνὸν οὐ συνεισήγαγε, διὰ τὸ μὴ ἔχειν κατὰ χεῖρας. Ὄντως γὰρ καὶ ὁ νόμος λέγει· "Ἐὰν δὲ μὴ εὐπορῇ ἡ χεὶρ αὐτῶν, συνοίσουσι δύο τρυγόνας ἢ τοὺς δύο νεοσσοὺς τῶν περιστερῶν". Εἶδες ποῦ θεὸς ἐνῴκησεν ὁ μόνος πλούσιος; ὁρᾷς εἰς ποίαν πενίαν καὶ πτωχείαν κατῆλθε; καὶ τοιαύτην πενίαν ὥστε μηδὲ ἑὼς ἀμνοῦ εὐπορεῖν τὴν παρθένον; γνῶθι οὖν ποῦ θεὸς ἐνοικεῖ, οὐκ εἰς πολύπλουτον γυναῖκα χρήμασι βεβυθισμένην, ἀλλ' εἰς πλοῦτον ἐναρέτου ψυχῆς. Οἱ γονεῖς δὲ οἱ καθ' ἡμᾶς, ἡνίκα ἂν μέλλωσι τοὺς ἰδίους παῖδας γυναικὶ συζεῦξαι, ἐρευνῶσι ποῦ τίς κόρη ἐστὶ πλουσία ἔχουσα χρημάτων ὄγχους, εἶτα εἰ ἔστιν εὔοπτος