Ancient Greek · ~7 min
Pg 64
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Oratio de hypapante [Sp.] 64
Not analysed yet
καὶ περικαλλής, καὶ οὐκ ἐξερευνῶσιν εἰ ἔστι σώφρων ἢ ἄλλο τι τῶν τοιούτων, ἀλλὰ πλοῦτον τὸν ἀεὶ ἀναπτεροῦντα τὰς ψυχὰς τῶν νέων, καὶ τὴν εὐοψίαν τὴν εὐόλισθον, ἥτις μετὰ μικρὸν θρήνους τῷ ἀνδρὶ προξενεῖ. Μιμησώμεθα οὖν τὸν Κύριον καὶ δεσπότην τὸν δι' ἡμᾶς πτωχεύσαντα, καὶ πάντα ποιήσαντα εἰς τύπον καὶ σωτηρίαν ἡμῶν. Ἡ οὖν μακαρία Μαρία ἡ θεοτόκος ὑπὲρ πάσαν φύσιν ἀνθρωπίνην τὴν σωφροσύνην ἐφύλαξε, καὶ διὰ τοῦτο τὸν Κύριον ἐν γαστρὶ συνέλαβεν. Εἰ δὲ ἦν που τίς ἄλλη παρθένος ὑπὲρ ταύτην τὴν παρθένον τῇ σωφροσύνῃ κεκοσμημένη, πάντως ἂν αὐτὴν παραγαγὼν ὁ Κύριος εἰς αὐτὴν ἐνῴκει. Ἐπειδὴ οὖν αὐτὸς ἦν ὁ ἀμνὸς ὁ θυόμενος ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς, ὁ ἀμνὸς ὁ ἄμωμος καθὼς καὶ Ἰωάννης ἀμνὸν αὐτὸν ἐκελάδει, οὐ χρεία ἦν ἀμνοῦ ἑτέρου. Ἀληθῆ γὰρ τὰ Παύλου ῥήματα· "ἀδύνατον γάρ", φησιν, "αἷμα τράγων καὶ ταύρων ἀφελεῖν ἁμαρτίας". Περὶ δὲ τῆς τοῦ ἀμνοῦ σφαγῆς οὕτως βοᾷ ὁ συγκορυφαῖος τοῦ Παύλου Πέτρος λέγων· "Οὗ τῷ μώλωπι αὐτοῦ ἰάθημεν". Ἐπεὶ οὖν αὐτὸς ἦν ἀμνὸς ὃν διὰ τῶν γραμμάτων προετύπου ὁ νόμος, τίς χρεία ἀμνοῦ ἑτέρου αὐτοῦ τοῦ ἀληθινοῦ εὑρισκομένου. Τίνα οὖν δέοι λαβεῖν τὰς δύο †διαθήκας †; τὴν μὲν γὰρ μίαν προστάττει ὁ νόμος εἰς ὁλοκαύτωσιν προσφέρεσθαι, τὴν δὲ ἑτέραν ὑπὲρ ἁμαρτιῶν. Εἰ δὲ βούλεσθε, μετενέγκωμεν αὐτὸ εἰς τὸ τῆς οἰκονομίας μυστήριον. Ἀληθῶς γὰρ ἐσταυρώθη ὁ τοῦ θεοῦ λόγος, ἐν τῇ οἰκείᾳ σαρκὶ τὰς διατρήσεις λαμβάνων τῶν ἥλων καὶ θυόμενος, κατὰ δὲ τὴν θεότητα τὴν ἄφεσιν τῶν πταισμάτων τοῖς πᾶσι χαριζόμενος. Εἰ δέ τις ἀμφιβάλλοι ὅτι εἶπον· Ὁ θεὸς ἐσταύρωται ἐν σαρκὶ, ἐγὼ οἶδα τὸν ἐπὶ τοῦ σταυροῦ τὸν ἥλιον σκοτίσαντα, καὶ τοὺς νεκροὺς ἐγείραντα ἐκ