Ancient Greek · ~8 min
Pg 66
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Oratio de hypapante [Sp.] 66
Not analysed yet
τῶν μνημάτων, καὶ αὐτοῦ νεκρουμένου τὸ καταπέτασμα σχιζόμενον καὶ τὴν πλευρὰν νυττομένου, καὶ τὴν κεφαλὴν κλίναντος, τὸν θάνατον ἀπολλύμενον, τὰς διατρήσεις τῶν ἥλων λαβόντα, καὶ τὸν ἑκατόνταρχον βοῶντα· "Ἀληθῶς υἱὸς θεοῦ ἐστὶν οὗτος". Ποῦ εἰσὶν οἱ αἱρετικοὶ οἱ λέγοντες ὅτι οὐκ ἐσταυρώθη ὁ υἱὸς τοῦ θεοῦ; ὁ ἄπιστος πιστεύει, καὶ οἱ δοκοῦντες πιστεύειν ἀπιστοῦσι τὴν περὶ αὐτῶν οἰκονομίαν, μᾶλλον δὲ τὴν ὑπὲρ ὅλου τοῦ κόσμου γενομένην ἀθετοῦσιν. Ἐλευσώμεθα δὴ πρὸς τὸν Συμεὼν τὸν τοσούτῳ πόθῳ κρατούμενον εἰς τὴν τοῦ Κυρίου ἀγάπην, οὗ θεωρήσασα τὸ θερμὸν τῆς πίστεως ἡ τοῦ πνεύματος χάρις διεβεβαιώσατο αὐτὸν "μὴ ἰδεῖν θάνατον πρὶν ἰδεῖν τὸν Χριστὸν Κυρίου". Καὶ γὰρ δοκεῖ μοι θεωρεῖν αὐτὸν καθεζόμενον ἐν Ἱερουσαλὴμ καὶ ἀναμένοντα τὸν Κύριον Ἰησοῦν τὸν αὐτῷ προσδοκώμενον. Καὶ †ἀναβαίνοντα† εἰς Ἱεροσόλυμα τῆς τε παναγίας παρθένου καὶ τοῦ ταύτης υἱοῦ καὶ θεοῦ ἡμῶν, νυχθεὶς ὁ Συμεὼν ὑπὸ τῆς τοῦ πνεύματος χάριτος ὅτι ὅντινα ζητεῖ ἐν τῷ ἱερῷ ἐστίν, ἀναστὰς ἔτρεχεν ἐπὶ τὸ ἱερόν. Καὶ ὅρα μοι αὐτόν, ἀγαπητέ, τὰς χεῖρας προπέμποντα καὶ ὅλον ἑαυτὸν ἐκδιδόντα πρὸς δρόμον. Ἦν γὰρ ἰδεῖν γέροντα ἀγωνιῶντα καὶ τοὺς πόδας καταναγκαζομένους τοῦ τρέχειν καὶ μὴ δυναμένους κατακολουθεῖν τῇ προθυμίᾳ τῆς ψυχῆς· καὶ ἐπληροῦτο ἐν αὐτῷ τὸ λόγιον τὸ φάσκον. "Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου", "Καὶ ἦλθε", φησίν, "ἐν τῷ πνεύματι εἰς τὸ ἱερόν· καὶ ἐν τῷ τοὺς γονεῖς εἰσαγαγεῖν τὸ παιδίον εἰς τὸ ἱερὸν τοῦ ποιῆσαι †αὐτοῖς† κατὰ τὸ εἰθίσμενον τῷ νόμῳ, καὶ αὐτὸς" δραμὼν ἐπεσπάσατο αὐτὸν, πρὸς ἑαυτὸν δὲ "δεξάμενος εἰς τὰς ἀγκάλας αὐτοῦ" ἀνεφώνησε λέγων "Νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου, ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν λαοῦ σου Ἰσραήλ". ‘Πορεύομαι γὰρ ἀπὸ τοῦ νῦν τοῖς εἰς τὸν ᾅδην εὐαγγελίσασθαι ὅτι ἐτέχθη ὁ τὸν θάνατον λύων’. Καὶ πῶς ἐτόλμησας, ὢ Συμεών, θεὸν βαστάσαι, ὃν τὰ Χερουβὶμ τρέμει; εἰκότως