Ancient Greek · ~7 min
Pg 68
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Oratio de hypapante [Sp.] 68
Not analysed yet
φησί· "Διὰ τοῦτο ἐνηνθρώπησεν, οὐχ ἵνα μόνον ὑπ' ἐμοῦ βασταχθῇ, ἀλλ' ἵνα καὶ ὑπὲρ ἐμοῦ σταυρωθῇ. Πορεύομαι δὲ δεῖξαι τοῖς ἐν ᾅδῃ τὰς ἐμὰς ἀγκάλας μαρτυρούσας τοῖς ἐμοῖς λόγοις διὰ τῶν πραγμάτων καὶ ἀσφαλῆ τὰ εὐαγγέλια βεβαιῶν. Οὐκ ἔτι δειλιῶ τὸν θάνατον, νῦν γὰρ μετὰ χαρᾶς πορεύομαι, ἐμοῖς ὀφθαλμοῖς θεωρῶν τὴν ἀνάστασιν· ἐκεῖ γὰρ περιμένω αὐτὸν ἔρχεσθαι κἀκεῖθεν ἐγείρας με μετὰ πάντων ἀτελεύτητον ζωὴν χαρίσηται". Καὶ βλέπε τὴν τούτου μεγαλοφροσύνην προαναφωνοῦντα τὰ τοῦ Παύλου λόγια· ἐκεῖνος γάρ φησιν· "ὁ ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην, καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ". Τουτέστιν ἐπάρας τὸ μεσότοιχον τοῦ φραγμοῦ, ὅ ἐστι νόμος· φραγμὸς γὰρ τῶν Ἰουδαίων ὁ νόμος λέγεται διὰ τὸ μὴ συγχωρεῖν τὸν Ἰουδαῖον εὑρίσκεσθαι μετὰ ἐθνικοῦ. Ἐπειδὴ οὖν ἐλθὼν ὁ Κύριος ἦρεν αὐτὸν καταλύσας τὸ μεσότοιχον τοῦ φραγμοῦ καὶ ἐποίησε τὰ ἀμφότερα ἕν, τά τε τῶν Ἰουδαίων γένη καὶ τὰ τῶν ἐθνῶν πλήθη εἰρηνοποιήσας διὰ τοῦ αἵματος αὐτοῦ, καὶ μίαν καὶ τὴν αὐτὴν χάριν τοῖς πᾶσι ἐδωρήσατο. Διὰ τοῦτο φησὶ καὶ ὁ Συμεὼν "Φῶς εἰς ἀποκάλυψιν ἐθνῶν καὶ δόξαν λαοῦ σου Ἰσραήλ". Ὢ πολιὰ φρονήσει συμπεπλεγμένη, ὢ γῆρας βίῳ ἀκηλιδότῳ λαμπρυνόμενον· ὢ προφήτης ἄριστος, δοχεῖον τοῦ ἁγίου πνεύματος γεγονώς. Τοῦτον μιμήσασθε, ὅσοι τῷ βίῳ προέβητε· οὗτος γὰρ τὸν Κύριον ὑπεδέξατο· οὐδὲν δὲ κωλύει καὶ ἡμᾶς θρόνους εἶναι τοῦ ἁγίου πνεύματος, ἐὰν τούτου τὸν βίον μιμησώμεθα. Καὶ πῶς ἄρα γένοιτ' ἂν τοῦτο, ἐν μέθαις καὶ ἐν θεάτροις καὶ κύβοις διημερευόντων ἡμῶν, ἐν ᾧ "τῆς ἀσωτίας ἡ ἀνάχυσις" γίνεται. Ὁ Συμεὼν ταῦτα οὐκ ἔπραττεν,