Ancient Greek · ~7 min
Pg 70
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Oratio de hypapante [Sp.] 70
Not analysed yet
ἀλλὰ τοὐναντίον. Σὺ μὲν γὰρ τρέχεις ἐν μέθαις καὶ κύβοις, αὐτὸς δὲ ἐν τῷ ἱερῷ· σῦ τὰ θεάτρα περισκοπεῖς, οὗτος δὲ εἰς θεωρίας πνευματικὰς ἐσχόλαζε· σὺ πρὸς ἐπιθυμίαν αἰσχρὰν τὸν νοῦν αἰχμαλωτίζεις, οὗτος δὲ ὡς γενναῖος ἀθλητὴς πρὸς τὰ τοιαῦτα ἀντεπάλαιε. Μὴ αἰσχύνου ἐλεγχόμενος ἀλλὰ μᾶλλον κατανύγηθι ἀκούων. Εἰ γὰρ βούλει τὸ γραμματεῖον τῆς ἀφέσεως τῶν ἁμαρτιῶν λαβὼν οὕτως ἐντεῦθεν ἐξελθεῖν, μὴ προβάλλου μοι ὄκνον, ἀλλὰ δὸς θερμῇ τῇ ψυχῇ σεαυτὸν στενάξας πικρῶς ἐφ' οἷς ἔπραξας, καὶ καθομολογήσας τῷ δεσπότῃ μηκέτι τοῖς αὐτοῖς εὑρίσκεσθαι. Ἔκτοτε ἀσφαλῶς ἔχε, ὅτι καὶ σὺ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν τὴν δωρεὰν ἔλαβες, καὶ μηδέπω ἀπογνῷς σεαυτόν. Οὐ χαλεπὸν ἡ ἁμαρτία ὡς χαλεπὸν ἡ ἀπόγνωσις. ‘Ἀλλὰ πλειστάκις’, φησί, ‘πτάισας μετενόησα, καὶ πάλιν τοῖς αὐτοῖς περιέπεσα, καὶ τί ποιῆσαι οὐκ οἶδα· καὶ τοῦτο λογίζομαι, ὅτι ἀπέστραπταί μοι ὁ θεός’. Ἄκουσον, ἀγαπητέ, περὶ τούτου. οὐδαμόθεν ἄλλοθεν τοῦτο γίνεται ἢ ἐκ τοῦ μὴ τῆς γραφῆς σε ἀκουέιν μηδὲ σχολάζειν σε τῇ ἐκκλησίᾳ τῇ λεγούσῃ· "Θεὸς κακῶν ἀπείραστος· ἕκαστος γὰρ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος". Μικρὸν γὰρ ἄρτι κλαυθμυρίζων, καὶ μετὰ τὸ ἐξιέναι σε τῆς ἐκκλησίας μηκέτι μνημονεύων τῶν παραινέσεων ὧν ἀκήκοας, ἀλλὰ πρὸς μετεωρισμοὺς σεαυτὸν ἐκδούς, πῶς οὐχὶ ἄρα παραπτώματι περιπέσῃς, εἰπέ μοι; Ἀλλὰ κάτεχέ μου τοὺς λόγους, καὶ σχόλαζε τῇ εὐχῇ, τῇ εὐποιΐᾳ δαψιλῶς κεχρημένος, καὶ μετὰ ὁσίων ἀνδρῶν διάγων, μηκέτι πρὸς ἀδηφαγίαν σεαυτὸν ἐκδῷς· μὴ ῥεμβέσθω ὁ ὀφθαλμός σου ἄκαιρα· μὴ λογιζέτω ἡ καρδία σου κενὰ καὶ μάταια· κέκτησο τὴν ταπείνωσιν· αὔξανον πρὸς τὴν ἀγάπην· "τῷ τύπτοντί σε εἰς τὴν δεξιὰν σιαγόνα, πάρεχε αὐτῷ καὶ τὴν ἑτέραν"· ἀγγαρευόμενος προστίθει· "μὴ ἀποδιδοὺς κακὸν ἀντὶ κακοῦ, ἢ λοιδορίαν ἀντὶ λοιδορίας"· μηκέτι ὅρκος διὰ τοῦ στόματός σου διερχέσθω, ἀλλὰ βόα μετὰ τοῦ Παύλου· "Ἐσταύρωμαι τῷ κόσμῳ καὶ ὁ κόσμος ἐμοί". Ἔχε τοίνυν ἀσφαλεῖς τὰς παραδόσεις τῶν ἁγίων