Ancient Greek · ~7 min
Pg 72
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Oratio de hypapante [Sp.] 72
Not analysed yet
ἀποστόλων καὶ τῶν πατέρων, ταῖς ἀναγνώσεσι τῶν θείων γραφῶν σχόλαζε· ἀσφαλῆ καὶ ἑδραῖα καὶ ἀμετακίνητα τὰ θεῖα λόγια φύλασσε ἐν τῇ καρδίᾳ σου. Τότε οὖν πεπεισμένος ἔσο ὅτε καὶ τὴν συγχώρησιν τῶν πταισμάτων εἴληφας. Ἐπεὶ οὖν μέχρι τοῦ νῦν ἠγνόησας τὸν δεσπότην, καὶ τὰς ἐναντίας δυνάμεις ἐφαίδρυνας τῇ ἀπωλείᾳ σου, σπούδασον κἂν ἀπὸ τοῦ νῦν μακροθυμήσαντα ἐπὶ σοὶ τὸν δεσπότην τὸν γνώριμόν σε γενέσθαι πρὸς αὐτὸν διὰ μετανοίας, καὶ τοὺς μηδέποτε χαροποιηθέντας ἀγγέλους ἐπὶ σοὶ νῦν διὰ τῆς πρὸς τὸν δεσπότην ἐπανόδου χαροποίησον· εὐφροσύνην ποίησον ἐν τῷ οὐρανῷ, καὶ ἀσφάλισαι σεαυτόν, μηκέτι τοῖς αὐτοῖς εὑρισκόμενος· ἐπεὶ σὺ λογισθήσῃ καθάπερ "κύων ἐπιστρέφων ἐπὶ τὸν ἴδιον ἔμετον", ἵνα μὴ ἀκούσῃς καὶ σὺ τοῦ ἀποστόλου Πέτρου βοῶντος· "Κρεῖσσον γὰρ ἦν αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης ἢ ἐπιγνόντας εἰς τὰ ὀπίσω ἐπανακάμψαι πάλιν ἐκ τῆς παραδοθείσης αὐτοῖς ἁγίας ἐντολῆς". Λαβὼν οὖν τὴν ἄφεσιν τῶν πταισμάτων καὶ τὴν λαμπρὰν ἐσθῆτα τῆς σωφροσύνης, καρπίζον τὰς τοῦ παραδείσου τρυφάς, θαυμάζων τὴν τοῦ θεοῦ φιλανθρωπίαν, ὅτι ἐν ποίᾳ δυσωδίᾳ τῶν ἔργων καὶ ἀμαυρότητι ψυχῆς εἰσῆλθες ἐνταῦθα, καὶ πῶς εὐώδης καὶ λαμπρὸς κατέστης διὰ τῆς μετανοίας καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν λαβὼν ἐξέρχῃ. Διὸ παρακαλῶ καὶ δέομαι καὶ ἀντιβολῶ μὴ ῥυπῶσαι τὴν στολὴν τὴν νυμφικήν, ἀλλὰ πολλῷ μᾶλλον διὰ τῆς μετανοίας λαμπρῦναι αὐτήν. Εἰς δὲ τὸ προκείμενον ἐπανέλθωμεν. Τί γάρ φησιν ὁ δίκαιος Συμεὼν πρὸς τὴν ἄχραντον παρθένον; "Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία". Τίνα ἄρα λέγει εἶναι τὴν ῥομφαίαν ἢ πάντως τὰς προσβολὰς τοῦ ἐχθροῦ; Καὶ ποῦ, φησίν, ἡ παρθένος ἐδέξατο ῥομφαίαν; ὅτε ἐπὶ τοῦ σταυροῦ παρειστήκει. Καὶ πῶς ἄρα ταύτην ἐδέξατο; πῶς; ἐγὼ λέγω· ἐννοήσασα τοιγαροῦν ἡ