Ancient Greek · ~8 min
Pg 35
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Visio Danielis [Sp.] 35
Not analysed yet
τρεῶαν Μακεδονίαν, Ῥωμαίων τε καὶ Ἑλλήνων ἤγουν τῶν Ῥωμαίων ἐκ γένους τῶν Αἰθιώπων. αἰνιττόμενος γὰρ ταύτην ὁ ἅγιος Δαυὶδ ταῦτα εἴρηκεν· Αἰθιωπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ. ἡ γὰρ ἐκ γένους τῶν Αἰθιώπων συνισταμένη ἡ βασιλεία τῶν χριστιανῶν κέκτηται τὸ μέγα καὶ σεβάσμιον ξύλο(ν) τοῦ τιμίου καὶ ζωοποιοῦ σταυροῦ, ὅθεν ἡ αὐτὴ βασιλεία τῶν χριστιανῶν ἰσχυρά ἐστιν ὑπὲρ πᾶσαν βασιλείαν καὶ οὐκ ἔστιν ἔθνος ἢ βασιλεία ἐν τῇ ὑπ' οὐρανῶν δυναμένη καταδυναστεῦσαι τῆς βασιλείας τῶν χριστιανῶν τῶν Ῥωμαίων. ὡς γὰρ πρεπόντως προέφημε(ν), ἀγαπητοί, τὸν ἐν μέσῳ τῆς γῆς πανέντιμον, ζωοποιόν τε καὶ ἰσχυρὸν σταυρὸν ὑφ' οὗ καὶ τῆς οἰκουμένης πέρατα λίαν σαφῶς ὑπογράφουσιν κατά τε πλάτος καὶ μῆκος καὶ ὕψος καὶ βάθος. ποία γὰρ ἰσχύει βασιλεία τῇ τῶν Ῥωμαίων ἀρχῇ; Ἀκούσωμεν γάρ, τί ὁ θεσπέσιος Παῦλος προηγόρευσεν περὶ τῆς ἐσχάτης ἡμέρας καὶ τῆς τῶν χριστιανῶν βασιλείας, φημὶ δήπου ἐν τῇ πρὸς Θεσσαλονίκαις ἐπιστολῇ οὕτως. ἐρωτῶμαι δὲ ὑμᾶς καὶ τὸν λοιπὸν ἕως ἂν ἀποδεικνύωνται αὐτὸν ὅτι ἐστὶν θεός. λοιπὸν οὗτος ὁ μόνος κατέχων ὅτι ἐκ μέσου γένηται καὶ τότε ἀποκαλυφθήσεται ὁ ἄνομος. Τί οὖν ἐστι τὸ ἐκ μέσου εἰ μὴ τῶν χριστιανῶν βασιλεία; πᾶσα γὰρ ἀρχὴ καὶ ἐξουσία τοῦ κόσμου τούτου καταργηθήσεται πλὴν ταύτης. καὶ γὰρ αὐτὴ πολεμεῖται καὶ οὐ χύταται, καὶ πάντα τὰ ἔθνη συγκρούονται μετ' αὐτῆς καὶ ἀναλωθήσονται ὑπ' αὐτῆς καὶ κρατήσονται ἕως οὗ ἐφθάσει ἡ ἐσχάτη ἡμέρα. καὶ αὐτό ἐστιν τὸ προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ κατὰ τὸν ἀπόστολον τὸν λέγοντα. ὅταν κα(τα)ργηθῇ πᾶσα ἀρχὴ καὶ ἐξουσία τοῦ κόσμου τούτου, τότε αὐτὴ παραδώσει τῷ βασιλεῖ τῷ θεῷ καὶ πατρί. Ποίαν βασιλείαν; δηλονότι τῶν χριστιανῶν, οὐδὲ γάρ ἐστι βασιλεία δυνατωτέρα αὐτῆς. Διὰ δὲ τὸ πλῆθος τῶν ἁμαρτιῶν αὐτῶν θυμωθήσεται ὁ θεὸς ἀπ' αὐτῆς καὶ προσκαλέσεται τὸν θηρευτὴν Ἰσμαὴλ καὶ κινήσει ὡς ἡ ἄμμος τῆς θαλάσσης ἡ ἀναρίθμητος καὶ πετασθήσονται ὡς ἱέρακες ἐπὶ τὰ ὄρη τὰ ὑψηλά, οἱ δὲ ἵπποι αὐτῶν ἐξαλλοήνται (=ἐξαλλοήσονται) ὡς ἀετιτόμενοι, καὶ εἰσελεύσονται ἐν τῇ πόλει