Ancient Greek · ~8 min
Pg 36
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, Visio Danielis [Sp.] 36
Not analysed yet
τῇ ἑπταλόφῳ ἐν ἅρμασι καὶ ἵπποις καὶ ἕνεκαν τούτων πολλῆς αἱματεχυσίας, οὐκ ὀλίγον ποιήσαντες δὲ καὶ σκῦλα. Τί χρὴ λέγειν; καὶ εἰσῆλθεν Ἰσμαὴλ τῷ ἀγγέλῳ ἕως Ἀτταλῶν. Καὶ εἶπον ἐγὼ Δανιὴλ τῷ ἀγγέλῳ. Κύριέ μου, διὰ τί ἐπεισῆλθον αἱ θλίψεις αὗται τοῖς χριστιανοῖς; καὶ εἶπέν μοι ὁ ἄγγελος. οὐχ ὅτι ἀγαπᾷ Κύριος ὁ θεὸς τὸν Ἰσμαὴλ διδώσει αὐτῷ τὴν ἐξουσίαν τοῦ κρατῆσαι τῆς γῆς τῶν Ῥωμαίων, ἀλλὰ διὰ τὰς ἁμαρτίας κατοικούντων ἐν αὐτῇ. καὶ ἀρθήσεται ἡ τιμὴ τῶν ἱερέων καὶ ἐκλείψει ἡ θυσία ἀπὸ τῶν ἐκκλησιῶν καὶ πληρωθήσεται ἡ κακία ἐπὶ τοὺς ἀνθρώπους καὶ γενήσονται ὁ λαὸς ὡς ἄγρια θηρία καὶ ἔσονται ἱερεῖς ὡς ὁ κοινὸς λαός. Ἐν τῷ καιρῷ ἐκείνῳ ἤτοι τῷ ἑβδοματικῷ χρόνῳ ἐν ᾧ πληροῦται ὁ ἀριθμὸς τῶν Ἰσμαηλιτῶν καὶ τῆς δυναστείας αὐτῶν, ἧς κατεκράτησαν, καὶ ἠρήμωσαν Ῥωμανίαν τε καὶ Πισιδίαν καὶ τὰς λοιπὰς νήσους εὑρισκομένους πλησίον Ῥώμης, Καλαβρίαν καὶ Σικελίαν τὴν καλουμένην Τυραννίδα πόλιν. τότε βλασφημήσαντες οἱ Ἰσμαηλίται ἐροῦσιν ὅτι οὐκ ἔχουσιν ἀνάῤῥυσιν ἐκ τῶν χειρῶν ἡμῶν οἱ Ῥωμαῖοι. Τότε αἰφνιδίως ἐξέλθωσιν οἱ τῆς πόλεως ἐκείνης τῆς καλουμένης Τυραννίδος καὶ εὑροῦσιν δι' ἀποκαλύψεως θεοῦ μέσον τῆς αὐτῶν πόλεως ἄνθρωπόν τινα οὗτινος τὸ ὄνομα ἦν ἔλαττον ἐν τῷ κόσμῳ. καὶ τοῦτον κρατήσαντες ἀπάξουσιν αὐτὸν μέχρι δίνης κἀκεῖ χρίσουσιν αὐτὸν εἰς βασιλέα, ὃν εἶχον οἱ ἄνθρωποι ὡσεὶ νεκρὸν καὶ οὐδὲν χρησιμεύοντα. ἔστιν δὲ τὸ ὄνομα αὐτοῦ εἰς τὸ τριακοστὸν κεφάλαιον. Οὗτος ἐξελεύσεται εἰς τοὺς Ἰσμαηλίτας ἐν τόπῳ τινὶ λεγομένῳ Πετρίνῳ καὶ συγκροτήσουσιν πόλεμον ἰσχυρόν. ἐν δὲ τῷ τόπῳ ἐκείνῳ ἐστὶν φρέαρ δίστομον κἀκεῖ συγκόψονται ἀλλήλους ὥστε ἐκ τῶν αἱμάτων τῶν Ῥωμαίων καὶ τῶν Ἰσμαηλιτῶν μεστὸν γενέσθαι τὸ φρέαρ. Καὶ παραδώσει Κύριος ὁ θεὸς τὸν Ἰσμαὴλ εἰς χεῖρας τοῦ βασιλέως καὶ μετὰ ταῦτα ἀποστελεῖ εἰς τὰς χώρας αὐτῶν καὶ ποιήσει κατασκευὴν πλοίων καὶ ὀρνεύσει αὐτά. καὶ ἄλλους ἀγγέλους αὐτοῦ ἀποστελεῖ εἰς τὰ ἐνδότερα μέρη τῆς Ῥώμης καὶ ἡμερώσει τὰ ξανθὰ ἔθνη καὶ ὁμοῦ διώξουσιν τὸν Ἰσμαήλ. καὶ τότε πληρωθήσεται ἡ προφητεία ἡ λέγουσα ὅτι κύων καὶ σκύμνος διώξουσιν ἀγρόν. Καὶ ἀπερχομένου