Ancient Greek · ~6 min
Page 110
Joannes Philoponus Phil., De aeternitate mundi 110
Not analysed yet
ἢ συγχωρεῖν εἶναι τινὰ τῶν νοητῶν καὶ θείων ὑπερκόσμιά τε καὶ τῆς τῶν σωμάτων σχέσεως ἐλεύθερα καὶ ἔτι μᾶλλον αὐτὸν τὸν θεὸν τὴν πρώτην τῶν νοητῶν καὶ πάντων ἁπλῶς αἰτίαν καὶ ἀρχὴν ἢ οὐδὲν εἶναι φήσουσιν τῶν νοητῶν τῆς τῶν σωμάτων κοινωνίας καὶ σχέσεως κεχωρισμένον. εἰ μὲν οὖν μηδὲν εἴη τῶν ὄντων μηδὲ αὐτὸ τὸ πρῶτον τὴν οὐσίαν καὶ τὸ εἶναι ἄσχετον ἔχον πρὸς τὰ σώματα, οὐδ' εἶναι χωρὶς σωμάτων δύναιτο ἄν· ἀναιρουμένων γὰρ τῶν σωμάτων καὶ τὰ ἐν τῇ σχέσει τῇ πρὸς τὰ σώματα τὸ εἶναι ἔχοντα συναναιρεῖσθαι ἀνάγκη· οὕτω δ' ἂν εἰς τὸ εἶναι αὐτῶν συντελέσει τὰ σώματα καὶ αἴτιά πως ἔσται τῆς ἐκείνων ὑπάρξεως. ἀλλ' εἰ τοῦτο ἄτοπον, ἀνάγκη ἄρα πᾶσα τὰς νοητὰς οὐσίας καὶ καθ' ὑπεροχὴν ἀσυγκρίτως τὸν πάντων αἴτιον θεὸν πάσης τῆς πρὸς τὰ σώματα καὶ τὸν κόσμον σχέσεως τὸ εἶναι ἔχειν ὑπέρτερον. ἀλλὰ μὴν καὶ ὅτι ὁ χρόνος οὐδὲν ἄλλο ἐστὶν ἢ κινήσεως σωμάτων ἀριθμὸς ἢ καὶ ἁπλῶς εἰπεῖν περὶ τὰ σώματα τὸ εἶναι ἔχει, καὶ τοῦτο πᾶσι συνδοκεῖ· ἐνιαυτοὶ γὰρ καὶ μῆνες ἡμέραι τε καὶ νύκτες, ἅτινά ἐστιν χρόνου μέρη, οὐκ ἔξω σωμάτων τὸ εἶναι ἔχουσιν. εἰ δὲ ἀριθμὸς κινήσεώς ἐστιν ὁ χρόνος, τρίτην δηλονότι τάξιν ἀπὸ τῶν σωμάτων εἴληχεν· πᾶσα μὲν γὰρ κίνησις φυσικὴ σωμάτων ἐστὶν κίνησις, ὁ δὲ χρόνος κινήσεώς ἐστιν μέτρον ἢ ἁπλῶς κινήσεώς τι. τὰ τοίνυν τῆς πρὸς τὰ σώματα σχέσεως ἐξῃρημένα ἐκ πολλοῦ δήπουθεν τοῦ περιόντος καὶ τῆς πρὸς τὸν χρόνον ἠλλοτρίωται σχέσεως τὸν ἀπὸ σωμάτων τρίτον. εἰ οὖν