Ancient Greek · ~5 min
Page 11
Joannes Philoponus Phil., De aeternitate mundi 11
Not analysed yet
τοῦ γένους διαδοχὴ μέχρις ἑκάστου ἡμῶν κατήντησεν· τὸ γὰρ ἄπειρον διεξελθεῖν ἀδύνατον. καὶ εἰ ἀνάρχου ὄντος τοῦ κόσμου ὁ γενόμενος τῶν ἀριθμὸς μέχρι Σωκράτους εἰ τύχοι ἄπειρος ἦν, ἐκείνῳ δὲ προσετέθησαν οἱ ἀπὸ Σωκράτους μέχρι τοῦ νῦν γινόμενοι, ἔσται τι τοῦ ἀπείρου μεῖζον· ὅπερ ἀδύνατον. καὶ ὁ τῶν ἀνθρώπων τῶν γενομένων ἀριθμὸς ἄπειρος, ἀλλὰ μὴν καὶ ὁ τῶν γενομένων ἵππων ἀριθμὸς ἄπειρος· διπλασιάσεις ἔτι τὸ ἄπειρον. τούτοις εἰ προσθήσεις καὶ τὸν τῶν κυνῶν ἀριθμόν, τριπλασιάσεις τὸ ἄπειρον, καὶ τῶν ἄλλων ἑκάστου προστιθεμένου πολυπλασιασθήσεται· ὅπερ τῶν ἀδυνατωτάτων ἐστίν· οὐ γὰρ μεῖζον εἶναι τοῦ ἀπείρου ἐνδέχεται, ἵνα καὶ πολλαπλάσιον συγχωρήσωμεν. εἰ τοίνυν ἀγενήτου ὄντος τοῦ κόσμου ταῦτα ἄτοπα συμβαίνειν ἀνάγκη καὶ ἕτερα πλείονα, ὡς ἐν ἑτέροις δείξωμεν, ἀδύνατον ἄρα ἀγένητον εἶναι καὶ ἄναρχον τὸν κόσμον· οὕτω γὰρ διεξιτητόν τε ἔσται τὸ ἄπειρον καὶ ἐνεργείᾳ ὑφεστὸς καὶ ἀεὶ αὔξεσθαι τὸ ἄπειρον ἀνάγκη καὶ μὴ παύεσθαι αὐτὸ ἑαυτοῦ μεῖζον γινόμενον καὶ πολλάκις ἵνα μὴ λέγω ἀπειράκις τὸ ἄπειρον ἔσται. δι' ἣν ἄρα αἰτίαν οὐ πλείονα δημιουργεῖ ὁ θεός, διὰ τὴν αὐτὴν οὐδὲ ἐξ ἀιδίου τὸν κόσμον ἐδημιούργησεν. εἰ δὲ ἀδύνατον ἦν ἐξ ἀιδίου δημιουργεῖσθαι τὸν κόσμον, δῆλον ἄρα, ὡς οὐδεμία καταλείπεται ζήτησις, διὰ τί μὴ πρότερον