Ancient Greek · ~5 min
Page 12
Joannes Philoponus Phil., De aeternitate mundi 12
Not analysed yet
ὑπέστη· ὅσῳ γὰρ ἂν τῷ λογισμῷ ἐπὶ τὸ πρόσω χωρήσωμεν, τοσούτῳ μᾶλλον παραθεῖ τοῦ νοῦ τὴν ἐπίνοιαν τὸ ἄναρχον τῆς τοῦ θεοῦ ὑποστάσεως καὶ διὰ τοῦτο πάλιν οὐδὲν ἧττον ἡ αὐτὴ καταλείπεται ζήτησις, διὰ τί μὴ πρότερον. εἰ δέ τις προσφιλονεικῶν τῷ λόγῳ μὴ τὸ ἄπειρον αἰτιάσηται τοῦ μὴ πλείονα δεδημιουργῆσθαι, ἣν μάλιστα ἀνάγκη φυσικωτάτην εἶναι αἰτίαν, ἀλλ' ἁπλῶς οὕτω λέγοι μὴ μόνον ἄπειρα μὴ δύνασθαι γενέσθαι ἀλλὰ μηδὲ πλείονα ὅλως τῶν ὄντων τῆς φύσεως τῶν γενητῶν τοσοῦτον ἐπιδεχομένης ἀριθμόν, ὅσος καὶ γέγονεν, οὐχ ἕξει μὲν τούτου λέγειν αἰτίαν οὐδεμίαν· εἰ γὰρ τοσαῦτα γεγένηται, τί ἐκώλυεν φέρε εἰπεῖν καὶ ἄλλα δύο ἢ τρία εἴδη ἐν τῷ κόσμῳ ὑποστῆναι; εἰ γὰρ ἄνθρωποι ὄνον ἵππῳ μίξαντες ἐτεχνήσαντο ἡμίονον ποιῆσαι καὶ ἐπὶ πτηνῶν πλεῖστα εἴδη σύμμικτα πεποιήκασιν, πῶς οὐκ ἄτοπον τὸ λέγειν μὴ δύνασθαι τὸν θεὸν φυσικὰ τοιαῦτα ὑποστῆσαι ζῷα; φυσικὰ δὲ λέγω, ὥστε καθ' ὁμοιότητα τοῦ λοιποῦ μὴ δεῖσθαι τοὺς ἀνθρώπους διάφορα συνάγειν ζῷα εἰς τὴν τούτων γένεσιν, ἀλλὰ φυσικὴν τὴν διαδοχὴν καὶ ἐπὶ τούτων ὥσπερ καὶ ἐπὶ τῶν λοιπῶν διασῴζεσθαι· τί γὰρ ἦν ἀδύνατον τὸν θεὸν ὑφισταμένων ἀνθρωπίνῃ μεθόδῳ τῶν τοιούτων ζῴων αὐτὸν φυσικῶς τοὺς σπερματικοὺς λόγους τῆς διαδοχῆς αὐτῶν καταβαλέσθαι; καὶ γὰρ ἐπὶ τῶν ἄλλων, ὥς φησιν Ἀριστοτέλης, τὸ τῆς διαδοχῆς ἄπαυστον σῶσαι θέλων ὁ θεὸς τῷ λειπομένῳ τρόπῳ τὸ ὅλον ἀνεπλήρωσεν ἐντελεχῆ ποιήσας