Ancient Greek · ~6 min
Page 111
Joannes Philoponus Phil., De aeternitate mundi 111
Not analysed yet
τοῦτο μὲν ἀληθές, ἐνδέχεται δὲ ἐπὶ τῶν νοητῶν καὶ ἐπὶ θεοῦ λέγειν ἡμᾶς, ὡς ἦν ὁ θεὸς καὶ πρὶν τόδε ἢ τόδε γενέσθαι, καὶ τούτου πλήρης ἐστὶν οὐ μόνον ἡ κοινὴ τῶν ἀνθρώπων συνήθεια ἀλλὰ καὶ ἡ τῶν σοφῶν ἅπασα χρῆσις (ἔστιν γὰρ ὅτε ἄλλως ἡμᾶς φράσαι ἀδύνατον διὰ τὴν τῶν ὑποκειμένων πραγμάτων δήλωσιν), οὐκ ἄρα τὸ ἦν, ὅπως ἂν καὶ ἐφ' οὗ ἂν λεχθῇ, χρόνον πάντως εἰσάξει· ἐπεὶ καὶ λέγομεν ὅτι ‘ἦν χρόνος’ καὶ οὐ δήπου κἀνταῦθα χρόνου δηλωτικόν ἐστιν τὸ ἦν· οὕτω γὰρ ἂν δύο ἔσονται ἅμα χρόνοι, αὐτός τε ὁ χρόνος, οὗ τὸ ἦν κατηγορήσαμεν, καὶ αὐτὸ τὸ ἦν· ὅπερ ἄτοπον. καὶ τρεῖς δὲ ἔσονται χρόνοι ἅμα, εἰ οὕτω τις εἴποι ὅτι ‘ἦν χρόνος, ὅτε Σωκράτης ἦν’ τῶν δύο ἦν ἑκάστου ἰδίᾳ χρονικῶς νοουμένου· ἀλλ' οἶμαι γελοῖον ἂν τὸ τοιοῦτο παντὶ φανείη· ἐπινοήσαι γὰρ ἄν τις καὶ τέσσαρας ἐν ταὐτῷ χρόνους καὶ πέντε τοσαυτάκις τὸ ἦν ἐν μιᾷ φράσει λόγου παραλαβών. εἰ τοίνυν σαφῶς ἐπὶ τῶν εἰρημένων ὑποδειγμάτων τὸ ἦν μόνης τῆς ὑπάρξεως τῶν ὑποκειμένων δηλωτικόν ἐστιν, χρόνου δὲ οὐδενός, οὐκ ἄρα τὸ ἦν, καθ' οὗ ἂν λέγηται καὶ ὅπως ἄν, χρόνον πάντως δηλώσει. κατὰ τὸν αὐτὸν δὴ τρόπον οὐδὲ τὸ ἔσται ῥῆμα, καθ' οὗ ἂν λέγηται, πάντως αὐτὸ καθ' αὑτὸ χρόνου τμῆμα τὸ μέλλον σημαίνει, καὶ διὰ τοῦτο λεγόντων ἡμῶν, εἰ οὕτω τύχοι, ὅτι ‘ἔσται ὅτε οὐκ ἔσται χρόνος’ αὐτοὶ τὸ ἔσται εἰς χρόνον μεταλαμβάνοντες συνάγουσιν, ὅτι ἔσται χρόνος, ὅτε οὐκ ἔσται χρόνος· ἐάν τις οὕτως ἀποφαινόμενος εἴποι ὅτι ‘ὥσπερ ἦν χρόνος καὶ ἔστιν νῦν χρόνος, οὕτω καὶ ἔσται