Ancient Greek · ~6 min
Page 13
Joannes Philoponus Phil., De aeternitate mundi 13
Not analysed yet
τὴν γένεσιν· τί οὖν ἐκώλυεν καὶ τοῖς τοιούτοις ζῴοις (λέγω δὴ τοῖς ἐξ ἐπιτηδεύσεως ἀνθρώπων γενομένοις) τὸν τῆς διαδοχῆς λόγον φυσικῶς ἐγκατασπεῖραι; πλὴν εἰ καὶ τοῦτο συγχωρήσωμεν, ἡμᾶς γοῦν οὐδὲν τὸ κωλῦον ἔστιν τῇ αὐτῇ ἀπολογίᾳ χρήσασθαι τοῦ μὴ ἐξ ἀιδίου τὸν κόσμον ὑποστῆναι, ἵνα μὴ κατ' ἐνέργειαν τὸ ἄπειρον ὑποστῇ καὶ τοῦ ἀπείρου ᾖ τι μεῖζον καὶ πολλαπλάσιον καὶ διεξιτητὸν τὸ ἄπειρον γένηται· ταῦτα γὰρ τῶν ἀδυνάτων ἐστίν. εἴρηται ἄρα καὶ ἡ αἰτία, δι' ἣν ἀεὶ ὢν ὁ θεὸς ἀγαθὸς οὐκ ἐξ ἀιδίου τὸν κόσμον ἐδημιούργησεν. δʹ. Καὶ ἄλλως. εἰ ὁ θεὸς ἀγαθός, ἀγαθῷ δὲ οὐδεὶς περὶ οὐδενὸς οὐδέποτε ἐγγίνεται ὁ φθόνος, ὡς ὁ σοφός φησι Πλάτων, καὶ διὰ τοῦτο εἰς τὸ εἶναι πάντα παρήγαγεν, διὰ τί μηδὲν τῶν γενητῶν ἑαυτῷ κατὰ πάντα ταὐτὸν ὑπέστησεν ὥστε τῆς αὐτῆς αὐτῷ κοινωνεῖν οὐσίας τε καὶ δυνάμεως; ἢ γὰρ δυνάμενος οὐκ ἠθέλησεν, καὶ τὸ ἑπόμενον διὰ τὸ βλάσφημον σιωπῶ (οὐ γὰρ τὸν φθόνον ἐκφεύξεται), ἢ πάντως διὰ τὸ μὴ δύνασθαι οὐδὲ ἠθέλησεν· ἀλλὰ τοῦτο ἀσθένειαν τοῦ θεοῦ κατηγορήσει· ἀμήχανον γὰρ ἦν τῶν γενητῶν τι ταὐτὸν εἶναι τῇ ἀγενήτῳ καὶ δημιουργικῇ αὐτοῦ αἰτίᾳ· οὕτω γὰρ ἂν αὐτὸς ἑαυτὸν ὁ θεὸς ἐδημιούργει καὶ τὸ ἀγένητον γενητὸν εἶναι συνέβαινεν, εἴπερ ἀγένητος μὲν φύσει ἐκείνη ἡ οὐσία, γίνοιτο δ' αὖ πάλιν, εἴ τι τῶν γεγονότων τῆς αὐτῆς αὐτῷ εἴη οὐσίας. εἰ οὖν τὸ μὴ δύνασθαί τι τῶν δημιουργηθέντων ταὐτὸν εἶναι τῷ δημιουργήσαντι οὔτε τὸ εἶναι τὸν θεὸν ἀγαθὸν ἀφαι-