Ancient Greek · ~5 min
Page 122
Joannes Philoponus Phil., De aeternitate mundi 122
Not analysed yet
μὴ συνετέθη κατὰ χρόνον, καὶ τίσι λόγοις τοῦτο συλλογίζεται. αιʹ. Ὅτι ἀσύνηθες καὶ τοῖς Ἕλλησι καὶ τῇ κοινῇ χρήσει τὸ προκείμενον τοῦ γενητοῦ σημαινόμενον. καὶ ὅτι μέγιστον ἔγκλημα τῷ Πλάτωνι περιάπτουσιν τὸ φωναῖς ὁμωνύμοις κεχρῆσθαι. καὶ ὅτι, κἂν οὕτω λέγῃ γενητὸν τὸν κόσμον, οὐδὲν ἧττον ἀρχὴν αὐτῷ τοῦ εἶναι δίδωσιν. βιʹ. Ὅτι τὸ ἀπ' ἀρχῆς τινος ἄρξασθαι τὸν κόσμον εἰρημένον τῷ Πλάτωνι ἀδύνατον κατὰ μίαν τῶν ἓξ ἀρχῶν ἀκούειν, λέγω δὴ ὕλην, εἶδος, ὄργανον, ποιητικὸν αἴτιον, παραδειγματικόν, τελικόν. γιʹ. Ὅτι χρονικὴν τὴν ἀρχὴν ἐν τούτοις ὁ Πλάτων εἴρηκεν. διʹ. Ὅτι οὐκ ἦν τῆς Πλάτωνος ἀγχινοίας τὸ ζητεῖν, εἰ σύνθετός ἐστιν ὁ κόσμος ἐξ ὕλης καὶ εἴδους ἢ ἁπλοῦς. καὶ ὅτι αὐτὸς ὁ Πορφύριος ἐκ τῶν Πλάτωνος λέξεων συνελαυνόμενος τὴν ἰδίαν τοῦ γενητοῦ ὑπόθεσιν ἤλεγξεν. ειʹ. Ὅτι ὁ Πρόκλος γενητὸν λέγει τὸν κόσμον ὑπὸ Πλάτωνος λέγεσθαι ὡς ἐν τῷ γενέσθαι τὸ εἶναι ἔχοντα καὶ ὡς κατ' αἰτίαν γενητόν. ϛιʹ. Ὅτι Πλάτων ἐν τῷ γενέσθαι μὲν τὸ εἶναι ἔχειν τὸν κόσμον ὑποτίθεται, ἀρχὴν δὲ τῇ γενέσει ταύτῃ δίδωσιν. καὶ ὅτι πάλιν ἀρχὴν τὴν κατὰ χρόνον φησὶ καὶ οὐκ ἄλλην. ζιʹ. Ὅτι καὶ ὁ Πορφύριος οὐ μόνον ὡς σύνθετον γενητὸν εἶναι τὸν κόσμον φησὶν ὑπὸ Πλάτωνος λέγε-