Ancient Greek
Page 130
Joannes Philoponus Phil., De aeternitate mundi 130
Not analysed yet
λύοντας· οὐ γὰρ τὸ ὑφειμένως καλὸν κακόν ἐστιν· οὕτω γὰρ ἂν οὐδὲ ὁ κόσμος ὁ αἰσθητὸς καλὸς ἂν εἴη, τοῦ νοητοῦ κατὰ πολὺ ὑφειμένος· τοῦτο δὲ εἶπον, ἵνα μή τις διὰ τὸ ὑφεῖσθαι τὸ ἐν τοῖς μερικοῖς ζῴοις καλὸν παρὰ τὸ τοῦ παντὸς κόσμου μηδὲ καλῶς ἡρμόσθαι αὐτὰ λέγοι. ὅτι δέ, εἰ καὶ διὰ μέσων αἰτίων τῶν οὐρανίων τυχὸν ἢ ἑτέρων τινῶν ἡ τῶν θνητῶν ζῴων γένεσις καὶ φθορὰ γίνεται, ἀλλ' οὖν ὁ πρῶτος δημιουργὸς μᾶλλόν ἐστιν αὐτῶν αἴτιος ἤπερ τὰ προσεχῆ ποιητικὰ αἴτια, καὶ πρότερον ἐν τῷ τρισκαιδεκάτῳ κεφαλαίῳ τοῦ τετάρτου λόγου ἀπεδείξαμεν· αὐτὸς γάρ ἐστιν ὁ καὶ τοῖς ἐφεξῆς αἰτίοις τὴν δύναμιν τοῦ εἶναι αἰτίοις παρασχών. οὐκοῦν αἰτιώτατος ἂν εἴη ὁ πρῶτος δημιουργὸς τῆς τῶν φθαρτῶν γενέσεώς τε καὶ φθορᾶς καὶ ἢ τῶν οὐ καλῶς ἡρμοσμένων ἔσται δημιουργὸς ἤ, εἴπερ καλῶς ἥρμοσται καὶ τὰ μερικὰ ζῷα, ὡς αὐτὴ ἡ τοῦ ζῴου δείκνυσιν διακόσμησις, κακύνεσθαι τὸν θεὸν ἀνάγκη τῆς φθορᾶς αὐτῶν ὄντα πρῶτον καὶ κυριώτατον αἴτιον. ὡς οὖν καὶ καλῶς ἥρμοσται τὰ μερικὰ πάντα καὶ ἐθέλει ταῦτα ὁ θεὸς λύεσθαι καὶ τὸν ἀγαθὸν κακυνθῆναι ἀμήχανον, κατὰ τὸν αὐτὸν δήπου λόγον, εἰ καὶ τὸν σύμπαντα κόσμον καλῶς ἁρμοσθέντα λύειν ὁ θεὸς ἐθελήσειεν, οὐχὶ διὰ τοῦτο καὶ κακύνεσθαι τὸν ἀγαθὸν ἀνάγκη· δι' ἣν γὰρ ἀγαθότητα τὴν ἀρχὴν τὸ πᾶν συνήρμοσεν, διὰ τὴν αὐτὴν δήπου καὶ λύσει πάντως αὐτόν, εἰ βούλοιτο· ἐπεὶ καὶ λύραν καλῶς ἁρμοσθεῖσαν, ἐπειδὰν εἰς ἣν ἥρμοστο χρείαν ἐξυπηρετήσειε τῷ ἁρμόσαντι