Ancient Greek · ~6 min
Page 14
Joannes Philoponus Phil., De aeternitate mundi 14
Not analysed yet
ρεῖται οὔτε τὸ μὴ βούλεσθαι ἑαυτῷ πάντα ποιῆσαι παραπλήσια εἰσάγει οὔτε τινὰ ἀσθένειαν αὐτῷ καὶ ἀδυναμίαν προστρίβεται, καὶ ἡμεῖς ἄρα μὴ εἶναι τὸν κόσμον ἀίδιον ὑποτιθέμενοι οὔτε τὸ εἶναι τὸν θεὸν ἀεὶ ἀγαθὸν ἀφαιρούμεθα οὔτε ἀσθένειαν τῆς δημιουργικῆς αὐτοῦ κατηγοροῦμεν δυνάμεως, ἀλλὰ τὸ μὴ δύνασθαι ἀεὶ εἶναι τὸν κόσμον δι' αὐτὴν τὴν τοῦ γινομένου φύσιν ὑποτιθέμεθα, ὅτι τε τὸ ἄπειρον κατ' ἐνέργειαν ὑποστῆναι ἢ διεξιτητὸν εἶναι ἀδύνατον ἦν καὶ ὅτι συναΐδιον εἶναι τῷ ποιοῦντι τὸ γινόμενον φύσιν οὐκ ἔχει· εἰ γὰρ καὶ τὸ εἶναι καὶ τὴν οὐσίαν δημιουργικῶς παρὰ τοῦ θεοῦ εἴληφεν ὁ κόσμος οὐδὲν αὐτῷ κατ' οὐσίαν κοινωνῶν, πῶς οἷόν τε ἦν ἐξ ἀιδίου αὐτὸν τῷ θεῷ συνυπάρχειν; τὸ γὰρ ἀεὶ ὂν πῶς ἂν εἰς τὸ εἶναι παράγοιτο; καὶ εἰ κατὰ πάντα ὑφεῖται τοῦ δημιουργοῦ τὸ δημιουργούμενον, καὶ οὐσίᾳ καὶ δυνάμει καὶ ἐνεργείᾳ, ἀνάγκη πάντως κατὰ τὸ ἀκόλουθον καὶ κατ' αὐτὴν ὑφεῖσθαι τὴν ὕπαρξιν. οὐδεμίαν γοῦν ὁρῶμεν οὔτε φυσικὴν οὔτε τεχνικὴν γένεσιν, ἐν ᾗ μὴ τὸ αἴτιον τοῦ αἰτιατοῦ προϋπάρχον· ἃς γὰρ ἡμῖν τοῦ συναΐδιον εἶναι τῷ θεῷ τὸν κόσμον εἰκόνας παράγουσιν δεικνύντες, ὡς οἴονται, ὅτι ἔστιν τινὰ αἰτιατὰ ἅμα τοῖς αἰτίοις ἑαυτῶν συνυπάρχοντα, οὐδὲν ὁρῶ κοινὸν ἐχούσας πρὸς τὸ ζητούμενον· ὁ γὰρ ἥλιος, φασίν, αἴτιος ὢν τοῦ φωτὸς αὐτῷ τῷ εἶναι δημιουργεῖ αὐτὸ καὶ οὔτε τοῦ ἡλίου τὸ φῶς οὔτε τοῦ φωτὸς ὁ ἥλιος οὔτε πρότερός ἐστιν οὔθ' ὕστερος· καὶ τὰ ἐν φωτὶ δὲ ὄντα σώματα αἴτιά ἐστιν τῆς ἐξ αὐτῶν γινομένης σκιᾶς συνυπαρχούσης ἀεί.