Ancient Greek · ~5 min
Page 131
Joannes Philoponus Phil., De aeternitate mundi 131
Not analysed yet
ταύτην, πάλιν ὁ ἁρμόσας διέλυσεν καὶ οὐκ ἄν τις ἐρεῖ νοῦν ἔχων, ὡς τὴν καλῶς ἁρμοσθεῖσαν λύραν λύειν ἐθέλειν κακοῦ καὶ κακυνθεὶς πρότερον ὁ μουσικὸς οὕτω τὴν εὖ ἔχουσαν ἁρμονίαν διέλυσεν, ἀλλ' οἶμαι παντὶ δῆλον, καὶ ὡς πρότερον καλῶς ἥρμοσεν καὶ τὸ ἁρμοσθὲν πάλιν καλῶς διέλυσεν. πολλῷ οὖν δὴ μᾶλλον ὁ ὄντως ἀγαθὸς καὶ τὴν ἀρχὴν δι' ἀγαθότητα τὸν κόσμον συνέστησε, καὶ τὸν αὐτὸν πάλιν εἰ βουληθείη, αἰτίαν πάλιν ἕξει τῆς λύσεως τὴν ἀγαθότητα, κἂν ἡμῖν ὁ λόγος ἀγνοεῖται τῆς λύσεως· οὐδὲ γὰρ ὧν τὰς αἰτίας ἀγνοοῦμεν (πολλῶν γάρ, τάχα δὲ πάντων ἡμᾶς οἱ λόγοι διαπεφεύγασιν), ταῦτα πάντως οἰητέον ἢ μάτην ἢ ἐπὶ κακῷ γίνεσθαι· μειρακίων γὰρ οἶμαι καὶ πρὸς τὰ αἰσθητὰ κεχηνότων, εἰ τὸ ὁρώμενον λυθείη κάλλος, κακὸν ἤδη διὰ τοῦτο τὸν λύοντα οἴεσθαι· τοῦτο γὰρ εἶπεν ἂν ἴσως καὶ ὁ τοῦ τῆς Ἑλένης δι' ἔρωτα κάλλους ἡττημένος καὶ τὴν ἀρίστην ἐκπλαγεὶς τῶν μερῶν αὐτῆς συμμετρίαν καὶ εὔχροιαν τοῖς περὶ ψυχὴν οὐκ ἐμφιλοσοφήσας μαθήμασιν οὐδὲ τῶν ἐπ' αὐτῇ τῆς προνοίας λόγων ἁψάμενος· οἷα πάσχειν οἶμαι καὶ τοὺς μόνῳ τῷ φαινομένῳ τοῦ παντὸς κάλλει προσέχοντας, διακύψαι δὲ ἐπὶ τοὺς ἀρίστους τῆς προνοίας λόγους ἀδυνατήσαντας, οὓς ἐπὶ σωτηρίᾳ καὶ τελειώσει τῶν ἐν τῷ παντὶ λογικῶν οὐσιῶν ὁ θεὸς μεμηχάνηται. εʹ. Μετιτέον δὲ καὶ ἄλλως ἡμῖν τὸ προκείμενον. ‘ἄλυτος γὰρ ὑπὸ τῶν ἄλλων’, φησίν, ‘πλὴν τοῦ συν-