Ancient Greek · ~6 min
Page 132
Joannes Philoponus Phil., De aeternitate mundi 132
Not analysed yet
δήσαντος’, καὶ τούτῳ Πρόκλος συγκατατίθεται· ‘πανταχοῦ’ γάρ, φησίν, ‘τοῦ τὸν δεσμὸν εἰδότος ἐστὶν εἰδέναι καὶ τὴν λύσιν οὗ συνέδησεν· τοῦ δὲ εἰδότος τὴν λύσιν τὸ λύειν’. εἰ οὖν ταῦτα δοκεῖ Πλάτωνί τε καὶ Πρόκλῳ καὶ μόνος ὁ δημιουργὸς λῦσαι δύναται τὸν κόσμον, οὐ λύσει δέ, ἀεὶ ἄρα τὸ δύνασθαι λύειν ἐν αὐτῷ μόνῳ τῷ δύνασθαι ἕξει καὶ οὐ κατ' ἐνέργειαν· ὥστε καὶ ἀτελής, εἴ γε πᾶν τὸ δυνάμει, ὡς δοκεῖ τοῖς σοφοῖς, ἀτελές· προσθείην δ' ἄν, ὅτι καὶ μάτην ἕξει τοῦ λύειν τὴν δύναμιν, εἴπερ ἔχει μὲν αὐτήν, ὥς φασιν, τὸν ἄπειρον χρόνον, οὐδέποτε δὲ αὐτὴν εἰς ἐνέργειαν ἄξει. καίτοι οὐδέν ἐστιν ἐν τοῖς ἀιδίοις, ᾗ φησιν Ἀριστοτέλης, μόνως δυνάμει· μάτην γὰρ ἔσται μηδέποτε εἰς ἐνέργειαν προαγόμενον. ἢ οὖν οὐδὲ ὁ δημιουργὸς λῦσαι τὸν κόσμον δύναται καὶ οὕτως οὐδὲ τῷ δημιουργῷ λυτὸς ἔσται ὁ κόσμος οὐδὲ τὴν λύσιν αὐτοῦ εἰδείη ἂν ὁ δημιουργός (οὐ γὰρ οἷόν τε εἰδέναι μὲν τὴν λύσιν, ἀδυνατεῖν δὲ λῦσαι· ἀγνοῶν δὲ τὴν λύσιν καὶ λῦσαι ἀδυνατῶν οὔτε τὸν δεσμὸν εἴσεται οὔτε τοῦ συνδεῖν τὸ πᾶν δύναμιν ἕξει· ἀληθὲς γὰρ τὸ τοῦ αὐτοῦ τόν τε δεσμὸν εἰδέναι καὶ τὴν λύσιν, καὶ τὸν δυνάμενον δῆσαι πολλῷ δήπου ῥᾷον καὶ λῦσαι δύνασθαι), ἤ, εἰ δύναται λῦσαι τὸν κόσμον, ἐπεὶ καὶ συνέδησεν, οὐδέποτε δὲ λύσει, ἀεὶ κατὰ τοῦτο ἀτελὴς ἔσται καὶ μάτην μόνην ἔχων τοῦ λύειν τὴν δύναμιν χωρὶς τῆς ἐνεργείας, ἤ, εἴπερ ταῦτα κατὰ τὰς αὐτῶν μεθόδους ἄτοπα, δύναται δὲ λῦσαι τὸν κόσμον ὁ θεός, καὶ λύσει πάντως.