Ancient Greek
Page 133
Joannes Philoponus Phil., De aeternitate mundi 133
Not analysed yet
ϛʹ. Ἴθι δή γε εἰ βούλει καὶ ἐπὶ τὸν κολοφῶνα τῆς ἀτοπίας, εἰς ὃν ἡμᾶς ὁ σεμνὸς οὗτος ἐμβιβάζει λόγος τὸ καλῶς ἁρμοσθὲν λύειν ἐθέλειν κακοῦ λέγων. εἰ γὰρ δύναται μὲν τὸν κόσμον ὁ δημιουργὸς λῦσαι, οὐκ ἂν δὲ λύσει μὴ κακυνθείς, κακὸν ἄρα τὸ λῦσαι τὸν κόσμον· εἰ γὰρ μὴ κακὸν τὸ λῦσαι, οὐκ ἂν κακυνθείη λύων. εἰ δὲ τὸ λῦσαι κακόν, ἔχει δὲ δύναμιν τοῦ λῦσαι τὸν κόσμον ὁ θεός, ἔχει ἄρα τοῦ κακύνεσθαι δύναμιν ὁ θεός, ἐπεὶ καὶ τοῦ κακοποιεῖν. εἴπερ ἄρα κακὸν τὸ λῦσαι, ἔχει δὲ τοῦ λῦσαι δύναμιν, ἔχει ἄρα καὶ τοῦ κακοποιεῖν καὶ τοῦ κακύνεσθαι δύναμιν ὁ θεός. καὶ τί τῆς ἀσεβοῦς ταύτης ἐννοίας χεῖρον γένοιτ' ἄν; εἰ οὖν ἀδύνατον κακυνθῆναι τὴν ἀγαθότητα, εἰ μὲν κακὸν ἡ τοῦ κόσμου λύσις, οὐδὲ δύναμιν ἕξει τοῦ λῦσαι τὸν κόσμον ὁ θεός, εἰ δὲ μὴ ἔχῃ τοῦ λύειν δύναμιν, οὐδὲ τοῦ συνδεῖν ἕξει δύναμιν οὐδὲ συνέδησεν τὸν κόσμον· καλῶς γὰρ καὶ αὐτοῖς δοκεῖ πανταχοῦ τοῦ τὸν δεσμὸν εἰδότος εἰδέναι καὶ τὴν λύσιν οὗ συνέδησεν. εἰ οὖν ὁ τὸν δεσμὸν εἰδὼς οἶδεν καὶ τὴν λύσιν, ὁ ἄρα τὴν λύσιν ἀγνοῶν οὐδὲ τὸν δεσμὸν εἴσεται. εἰ οὖν συνέδησε τὸ πᾶν ὁ θεὸς καὶ οἶδεν τὸν δεσμὸν οὗ συνέδησεν, καὶ τὴν λύσιν ἄρα αὐτοῦ εἴσεται καὶ λύειν τὸ πᾶν δυνήσεται. εἰ δὲ δύναται λῦσαι τὸν κόσμον ὁ θεός, ἐπεὶ καὶ συνέδησεν, τοῦ δὲ εἰδότος τὴν λύσιν τὸ λύειν, οὐκ ἄρα κακὸν ἡ τοῦ κόσμου λύσις· οὐδεμία γὰρ ἐν τῷ θεῷ τοῦ κακοῦ δύναμις· ὁ γὰρ τοῦ κακοῦ δύναμιν ἔχων καὶ κακὸς