Ancient Greek · ~5 min
Page 134
Joannes Philoponus Phil., De aeternitate mundi 134
Not analysed yet
γενέσθαι δύναιτο ἂν ἀλλ' οὔτε τὸ φῶς σκότος γένοιτο ἂν οὔτε ἡ ἀγαθότης ἂν κακυνθείη. εἰ δὲ μὴ κακὸν ἡ τοῦ κόσμου λύσις, εὖ δὲ ἥρμοσται ὁ κόσμος, οὐκ ἄρα τὸ καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ ὅσον ἐπὶ τῇ ἁρμονίᾳ λύειν ἐθέλειν κακοῦ οὐδ' ἂν κακυνθείη λύων τὸν κόσμον ὁ θεός. σκοπεῖν οὖν ἄξιον, τίς μᾶλλον ἀκόλουθα ταῖς κοιναῖς περὶ θεοῦ ἐννοίαις περὶ κόσμου πεφυσιολόγηκεν, ἡμεῖς οἱ καὶ συνηρμόσθαι τὸν κόσμον καὶ λύεσθαι πάλιν διὰ τὴν ἀγαθότητα τοῦ θεοῦ ὑποτιθέμενοι, ἢ οἱ δύνασθαι μὲν τὸν θεὸν λῦσαι τὸν κόσμον ὑπὸ τῶν κοινῶν ἐννοιῶν λέγειν συνελαυνόμενοι, οὐκ ἂν δὲ λῦσαι προστιθέντες μὴ κακυνθέντα· ὅπερ οὐδὲν ἕτερον δέδεικται ἢ τὸ κακοποιεῖν τε καὶ κακύνεσθαι λέγειν δύνασθαι τὸν θεόν, ἐπέκεινα δὲ τοῦτο πάσης εἶναι ἀθεότητος πᾶς ἄν τις ὁμολογήσειεν. τὰς δὲ τῆς τοῦ κόσμου λύσεως φυσικωτάτας αἰτίας ἐν ἑτέροις θεοῦ διδόντος ἐκθήσομαι· νῦν γὰρ λῦσαι μόνον τὰς τοῦ Πρόκλου ἀπορίας προὐθέμεθα. μέχρι μὲν οὖν τούτων ἡμῖν αἱ πραγματειώδεις ἐνστάσεις αἱ πρὸς τὸ ἕκτον κεφάλαιον τοῦ Πρόκλου πέρας ἐχέτωσαν. τοὐντεῦθεν δὲ λοιπὸν ἐπὶ τὸ δεύτερον τῶν ἐξ ἀρχῆς τοῦ προκειμένου λόγου προτεθέντων μεταβάς, ὡς ἔφθην ἐπαγγειλάμενος, ἀποδεῖξαι πειράσομαι, ὡς ἄντικρυς συκοφαντοῦσι τὸν Πλάτωνα, ὅσοι αὐτῷ τὴν περὶ τοῦ ἀίδιον εἶναι τὸν κόσμον περιτιθέασι δόξαν, καὶ μακροτέρους γε τείνειν λόγους ἀναγκασθήσομαι αὐτός τε τὴν Πλάτωνος διάνοιαν ἐκ