Ancient Greek · ~6 min
Page 15
Joannes Philoponus Phil., De aeternitate mundi 15
Not analysed yet
εʹ. Ἐγὼ δὲ τὸ μὲν δεύτερον τῶν ὑποδειγμάτων οὐδὲ λόγου δεῖν οἶμαι ἀξιῶσαι· τίς γὰρ οὐκ οἶδεν, ὡς ἡ σκιὰ οὐδὲν ἕτερόν ἐστιν ἢ φωτὸς στέρησις; ἡ δὲ στέρησις καθ' αὑτὸ μὴ ὄν ἐστιν, ὡς μικρῷ πρόσθεν ἐδείξαμεν. πῶς ἂν οὖν τις νοῦν ἔχων εἴποι τὸ ἐν φωτὶ σῶμα τοῦ καθ' αὑτὸ μὴ ὄντος αἴτιόν τε καὶ παρακτικὸν εἶναι; τὸ γὰρ μὴ ὂν οὐ γίνεται, ἡ γὰρ γένεσις τοῦ ὄντος· οὐ γάρ, ἐπειδὴ ὀνόματι διασημαίνεται ἡ τοῦ φωτὸς στέρησις σκιὰ καὶ σκότος καλουμένη, ἤδη διὰ τοῦτο καὶ ὕπαρξίν τινα καὶ εἶδος αὐτὴν ὑποληπτέον· καὶ γὰρ ἡ τῆς ὄψεως στέρησις ὀνόματι διασημαίνεται τυφλότης καλουμένη καὶ τὸ τοὺς πόδας βεβλαμμένον καὶ τῆς δι' αὐτῶν κινήσεως ἐστερημένον χωλὸν καλεῖται, καὶ οὐδεὶς ἂν εἴποι εἶδός τι καὶ ὕπαρξιν εἶναι τὴν τυφλότητα ἢ τὴν χωλότητα. οὐδ' ἄρα τὴν τοῦ φωτὸς στέρησιν, εἴτε σκότος εἴτε σκιὰ καλοῖτο, εἶδός τι ὑποληπτέον. τὸ δὲ ζητούμενον ἡμῖν ἦν, εἰ ἔστιν τι τῶν ὄντων παρ' ἑτέρου τὸ εἶναι καὶ τὴν ὑπόστασιν δημιουργικῶς εἰληφὸς μὴ ὕστερον τοῦ παραγαγόντος. ἡ δὲ σκιὰ στέρησίς ἐστιν φωτὸς οὐ καθ' αὑτὸ ὄν. ὅμοιον οὖν ἐστιν τὸ λέγειν τὸ σῶμα σκιᾶς εἶναι ποιητικὸν αἴτιον καὶ τὸν θάνατον τοῦ μὴ ὄντος· ὥσπερ οὖν τὸ μὴ ὂν οὐχ ὕπαρξιν εἶναί τινα ἀλλὰ μόνον τοῦ ὄντος στέρησιν νοοῦμεν, οὕτω καὶ τὴν σκιὰν στέρησιν φωτὸς εἶναι μόνην καὶ οὐχ ὑπόστασίν τινα εἰδοπεποιημένην ὑπὸ τῶν σωμάτων δημιουργουμένην ἐπιστωσάμεθα. πῶς οὖν ἄν τις τὴν τοῦ φωτὸς φθορὰν ἐκ τῆς τῶν σωμάτων ἀντιφράξεως γινομένην εἰκόνα