Ancient Greek
Page 141
Joannes Philoponus Phil., De aeternitate mundi 141
Not analysed yet
τῷ παρόντι διακριβολογεῖσθαι. χρόνος δ' οὖν μετ' οὐρανοῦ γέγονεν, ἵν' ἅμα γεννηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις γένηται, καὶ κατὰ τὸ παράδειγμα τῆς διαιωνίας φύσεως, ἵν' ὡς ὁμοιότατος αὐτῷ κατὰ δύναμιν ᾖ· τὸ μὲν γὰρ παράδειγμα πάντα αἰῶνα ἔσται, ὁ δ' αὖ τὸν ἅπαντα χρόνον διὰ τέλους γεγονώς τε καὶ ὢν καὶ ἐσόμενος. ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ τοιαύτης πρὸς χρόνου γένεσιν, ἵνα γενηθῇ χρόνος, ἥλιος καὶ σελήνη καὶ πέντε ἄλλα ἄστρα ἐπίκλησιν ἔχοντα πλάνητες, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γέγονεν’. ταῦτα μὲν ὁ Πλάτων· καὶ ἔγωγε οἶμαι μηδένα λόγον οὕτως ἐναργῶς τὴν Πλάτωνος ἐξηγούμενον παραστῆσαι διάνοιαν, ὡς αὐτὸς ἑαυτὸν δῆλον πεποίηκεν· ἡμέρας γάρ φησιν καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτούς, ἅπερ ἐστὶν χρόνου μέρη, οὐκ εἶναι πρὶν οὐρανὸν γενέσθαι, εἰκότως· μέτρον γάρ ἐστιν τῆς τοῦ οὐρανοῦ κινήσεως ὁ χρόνος. εἰ δὲ προϋπάρχει τὸ πρὶν τῆς τοῦ οὐρανοῦ συστάσεως, πῶς ἂν εἶεν ἄναρχα οὐρανός τε καὶ χρόνος; πάλιν δ' αὖ τὸ λέγειν ἅμα τῇ τοῦ οὐρανοῦ συστάσει τὴν γένεσιν τοῦ χρόνου καὶ τῶν τούτου μερῶν τὸν θεὸν μεμηχανῆσθαι ἀρχῆς τινός ἐστιν καὶ πρώτης ὑπάρξεως αὐτῶν δηλωτικόν· πῶς γὰρ τὸ ἐξ αἰῶνος ὑποστὰν καὶ ἀεὶ ὑφιστάμενον τότε πρὸς τοῦ δημιουργοῦ ἅμα οὐρανῷ συνισταμένῳ μεμηχανῆσθαι λέγοιτο ἂν πρὶν γενέσθαι