Ancient Greek · ~6 min
Page 142
Joannes Philoponus Phil., De aeternitate mundi 142
Not analysed yet
οὐκ ὄν; τὸ γὰρ πρὶν γενέσθαι οὐκ ὂν πρότερον ἔχει τῆς ἰδίας ὑπάρξεως τὴν ἀνυπαρξίαν. καίτοι γε τὴν τούτων ἀκριβολογίαν ἐπιστάμενος ὁ Πλάτων, ἐφ' ὧν δεῖ τῷ πρίν καὶ τῷ τότε καὶ τοῖς τοιούτοις χρονικοῖς προσρήμασιν κεχρῆσθαι, εὐθὺς ἐπιπλήττει τοῖς ἐπὶ τῆς θείας φύσεως τὰ χρονικὰ ταῦτα προσρήματα φέρουσιν, τὸ ἦν φημι ἢ ἔσται καὶ τὰ παραπλήσια, οἷς συγγενὲς τὸ πρίν καὶ τὸ τότε· μόνως γὰρ τὸ ἔστιν, φησίν, ἐπὶ θεοῦ λεκτέον, τὸ Μωσαϊκὸν ἐκεῖνο διαρρήδην λέγων· ‘ἐγὼ γάρ εἰμι ὁ ὤν’ πρὸς τὸν προφήτην χρηματίζων ὁ θεὸς ἀπεφήνατο. εἰ τοίνυν ἐξ ἀιδίου παράγεσθαι παρὰ τοῦ θεοῦ ὁ Πλάτων ᾤετο ἀρχὴν τοῦ εἶναι μὴ ἔχοντα, πῶς ἂν αὐτὸς ἅμα τῷ τοῖς ἄλλοις ἐπιπλήττειν τὸ ἦν ἢ ἔσται ἐπὶ θεοῦ φέρουσιν τῷ οἰκείῳ ἐγκλήματι περιέπιπτεν; εἰ γὰρ ἐξ ἀιδίου παράγει ὁ θεὸς τόν τε οὐρανὸν καὶ τὸν χρόνον, καὶ ὁ οὐρανὸς δήπου καὶ ὁ χρόνος ἐξ ἀιδίου παράγονται· εἰ δὲ τοῦτο, οὐκ ἦν ὅτε οὐ παρήγοντο. πῶς οὖν φησιν πρὶν δὲ οὐρανὸν γενέσθαι μὴ εἶναι τὸν χρόνον; εἰ δὲ τὸ πρὶν γενέσθαι ἁρμόζει ἐπὶ τοῦ οὐρανοῦ, καὶ τὸ πρὶν ποιῆσαι ἁρμόζει ἂν ἐπὶ τοῦ θεοῦ· ὅτε γὰρ ποιεῖ τὸ ποιοῦν, τότε γίγνεται τὸ γιγνόμενον, ὡς αὐτός φησιν ὁ Πρόκλος. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ὅτε. εἰ τοίνυν καὶ ἀεὶ ἦν ὁ χρόνος καὶ τὴν τῶν χρονικῶν προσρημάτων ἀκριβῆ χρῆσιν ὁ Πλάτων ἐπίσταται καὶ ἅμα νῦν περὶ τῆς τούτων ἀκριβοῦς χρήσεως ἐδίδαξεν, οὐκ ἄν ποτε τὸ ‘πρὶν