Ancient Greek · ~6 min
Page 143
Joannes Philoponus Phil., De aeternitate mundi 143
Not analysed yet
οὐρανὸν γενέσθαι’ εἰπεῖν ἐτόλμησεν οὐδὲ μὴν τὸ ‘τότε ἅμα οὐρανῷ συνισταμένῳ τὴν γένεσιν αὐτῶν τὸν θεὸν μεμηχανῆσθαι’, εἰ ἄναρχον εἶναι τοῦ κόσμου τὴν ὑπόστασιν ᾤετο· τὸ γὰρ τότε πρώτως τὸν κόσμον παράγον πρὸ τούτου δήπουθεν οὐ παρῆγεν. καὶ εἰ πρὶν γενέσθαι οὐκ ἦν οὐρανὸς καὶ ὁ χρόνος καὶ ὁ ποιήσας πρὶν γενέσθαι τὰ γενόμενα οὐκ ἐποίει αὐτά, οὐκ ἂν οὖν, ὅπερ εἶπον, ταῦτα [τε] ἔλεγεν ὁ Πλάτων, εἴπερ ἐξ ἀιδίου παράγειν αὐτὰ τὸν θεὸν ᾤετο· ὡς γὰρ τὸ εἶναι τοῦ θεοῦ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχον τὸ ἦν ἢ ἔσται οὐκ ἐπιδέχεται ἀλλὰ τὸ ἔστιν μόνον, οὕτως καὶ ἡ ἀίδιος τοῦ κόσμου παραγωγὴ τὸ πρίν ἢ τότε οὐκ ἐπιδέχεται. ἀλλὰ μὴν ταῦτα οὕτως περὶ τῆς τοῦ κόσμου γενέσεως ὁ Πλάτων εἴρηκεν· οὐκ ἄρα ἐξ ἀιδίου αὐτὸν παράγεσθαι ᾤετο. εἰ δέ τις εἴποι, ὡς αὐτὸ τὸ λέγειν πρότερον μὴ παράγειν τὸν θεὸν ὕστερον δὲ παράγειν μεταβολήν ἐστιν τοῦ θεοῦ κατηγορεῖν καὶ κίνησιν (ὅπερ οὔτε ἀληθές ἐστιν οὔτε Πλάτωνι δοκοῦν), ἀνατρεχέτω εἰς τὰ εἰρημένα ἡμῖν ἐν τῷ τετάρτῳ λόγῳ· ἐν ἐκείνῳ γὰρ ἡ τοιαύτη ἀπορία τῆς δεούσης τετύχηκεν λύσεως. ἀλλὰ μὴν καὶ τὸ ‘χρόνος δὲ μετ' οὐρανοῦ γέγονεν, ἵνα [μὴ] ἅμα γενηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γίγνηται’ τίνα οὐκ ἂν ἐντρέψειεν τῶν μὴ πάντῃ φιλονείκων; οὐ γὰρ εἶπεν ‘χρόνος δ' οὖν ἅμα οὐρανῷ γίνεται’ ἀλλὰ ‘μετ' οὐρανοῦ γέγονεν’, ἵνα τὴν πρώτην τῆς συστάσεως αὐτῶν ἀρχὴν