Ancient Greek · ~5 min
Page 144
Joannes Philoponus Phil., De aeternitate mundi 144
Not analysed yet
ἐνδείξηται. καὶ ὅτι τοῦτο σημᾶναι βούλεται, ἔδειξεν δι' ὧν ἐπήγαγεν ‘ἅμα γενόμενοι ἅμα καὶ λυθῶσιν’· τῷ γὰρ γενομένῳ καὶ ἀρχὴν τοῦ εἶναι ἐσχηκότι ἕπεται πάντως ὅσον ἐπὶ τῇ οἰκείᾳ φύσει τὸ φθείρεσθαι· ‘παντὶ γὰρ γενομένῳ φθορά ἐστιν ἐξ ἀνάγκης’ ἐν τῷ Φαίδρῳ αὐτὸς εἴρηκεν Πλάτων. ὥσπερ οὖν καὶ τῷ μηδεμίαν ἀρχὴν τῆς ὑποστάσεως εἰληφότι ἕπεται πάντως κατ' αὐτὸν τὸ ἀτελεύτητον (τὸ γὰρ μὴ ἀρξάμενον τοῦ εἶναι οὐδ' ἂν παύσοιτο), ὁ δὲ κόσμος ἤρξατο κατὰ Πλάτωνα, καὶ παύσεται πάντως, ὅσον ἐπὶ τῷ λόγῳ τῆς φύσεως. ἐπεὶ οὖν ἀρχὴν τοῦ εἶναι τῷ κόσμῳ δέδωκεν ὁ Πλάτων, εὐλόγως καὶ τῷ κατὰ τὸν φυσικὸν λόγον ἑπομένῳ συνεχώρησεν, εἰ καὶ κρείττονι τῆς αὐτοῦ φύσεως δεσμῷ τῇ τοῦ θεοῦ βουλήσει ἀδιάλυτον αὐτὸν μένειν ὑπέθετο. ηʹ. Ἀλλ' οἱ πάντα μεμελετηκότες πρὸς τὸ ἑαυτοῖς δοκοῦν ἐκβιάζεσθαι καὶ μὴ τῇ ἀληθείᾳ τὴν ἑαυτῶν διάνοιαν παιδαγωγήσαντες ἕπεσθαι, δέον, εἰ μὴ καλῶς αὐτοῖς ἔχειν κατά γε τοῦτο Πλάτων ἐδόκει, συγγνώμην αὐτὸν αἰτήσαντας ἐκεῖνο δὴ τὸ πολυθρύλητον ἑαυτοῖς προσᾴδειν, ὡς φίλος μὲν Πλάτων, φιλτέρα δὲ ἡ ἀλήθεια, ὃ δὴ καὶ αὐτὸς ὁ τοῦ Πλάτωνος μαθητὴς Ἀριστοτέλης καὶ ἕτεροι πεποιήκασιν, οἱ δὲ μικρὰ τοῦ οἰκείου συνειδότος καὶ τῆς ἀληθείας φροντίσαντες πάντα κάλων τὸ δὴ λεγόμενον κινοῦσιν συνήγορον τῆς ἰδίας ἀπάτης τὴν τοῦ ἀνδρὸς ἀξιοπιστίαν ἐπιθυμή-