Ancient Greek · ~5 min
Page 145
Joannes Philoponus Phil., De aeternitate mundi 145
Not analysed yet
σαντες ἔχειν. τῶν γὰρ τὸν Πλάτωνα προϋπομνηματισαμένων τινές, ὧν ἐστιν καὶ ὁ Πλατωνικὸς Ταῦρος καὶ ὁ Φοίνιξ Πορφύριος, οἷς καὶ ὁ Πρόκλος κατηκολούθησεν, οὗτοι γενητὸν μὲν εἶναι τὸν κόσμον ὁμολογοῦσιν ὑπὸ Πλάτωνος λέγεσθαι, οὐχ οὕτω δὲ γενητὸν ὡς ἀπό τινος ἀρχῆς τοῦ εἶναι ἀρξάμενον, ἀλλὰ καθ' ἕτερον τρόπον γενέσεως· πολλαχῶς γὰρ τὸ γενητὸν λέγεσθαί φασιν. ἵνα δὲ μὴ αὐτοὶ τὰ ἐκείνων λέγωμεν μηδέ τι τῶν σημαινομένων τοῦ γενητοῦ παραλείπωμεν, αὐτὰ τὰ τοῦ Πλατωνικοῦ Ταύρου παραθήσομαι ῥήματα· πλεῖστα γὰρ οὗτος ὁ ἀνὴρ τοῦ γενητοῦ ἐπινενόηκε σημαινόμενα· λέγει γοῦν ἐν τοῖς εἰς τὸν Τίμαιον ὑπομνήμασιν ἐπὶ λέξεως ταῦτα ‘ζητουμένου δέ, εἰ κατὰ Πλάτωνα ἀγένητός ἐστιν ὁ κόσμος, διαφόρως περὶ τούτου οἱ φιλόσοφοι ἠνέχθησαν. Ἀριστοτέλης μὲν οὖν φησιν λέγειν τὸν Τίμαιον γενητὸν εἶναι τὸν κόσμον, τοῦ Τιμαίου λέγοντος γεγονέναι· καὶ γὰρ φέρεται αὐτοῦ σύγγραμμα περὶ τοῦ παντὸς ὡς γενητοῦ. ἴσως δὲ τοιοῦτόν τι λέγων ὁ Πλάτωνος Τίμαιος γενητόν φησιν τὸν κόσμον. καὶ Θεόφραστος μέντοι ἐν τῷ περὶ τῶν φυσικῶν δοξῶν κατὰ Πλάτωνά φησιν γενητὸν τὸν κόσμον καὶ οὕτως ποιεῖται τὰς ἐνστάσεις, παρεμφαίνει δέ, ὅτι ἴσως σαφηνείας χάριν γενητὸν αὐτὸν ὑποτίθεται. καὶ ἄλλοι δέ τινες οὕτως ἠνέχθησαν, ὅτι κατὰ Πλάτωνα γενητός, οἱ δέ, ὅτι ἀγένητος. ἐπεὶ δὲ οἱ φάσκοντες, ὅτι γενητός ἐστιν, ἄλλων τε