Ancient Greek · ~5 min
Page 146
Joannes Philoponus Phil., De aeternitate mundi 146
Not analysed yet
πολλῶν ἐφάπτονται καὶ τῆς λέξεως, ἐν ᾗ φησιν ‘γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστιν’, διασταλτέον τὸ γενητὸν ποσαχῶς ἀκούεται· καὶ οὕτως εἰσόμεθα, ὅτι Πλάτων φησὶν γενητὸν οὐ κατὰ τοῦτο τὸ σημαινόμενον, καθ' ὅ φαμεν γενητὰ τὰ ἀπό τινος ἀρχῆς χρόνου συστάντα· τοῦτο γάρ ἐστιν τὸ ἐξαπατῆσαν τοὺς πολλούς, ὅταν ἡ γενητόν φωνὴ λέγηται, ἐπὶ τοῦτο τὸ σημαινόμενον καταφέρεσθαι. λέγεται τοίνυν τὸ γενητὸν καὶ τὸ μὴ γενόμενον μέν, ἐν δὲ τῷ αὐτῷ ὂν γένει τοῖς γενητοῖς. οὕτως λέγομεν ὁρατὸν τὸ μὴ ὁραθὲν μήτε ὁρώμενον μήτε ὁραθησόμενον, ἐν δὲ τῷ αὐτῷ γένει ὂν τοῖς ὁρατοῖς, ὡς εἴ τι εἴη σῶμα περὶ τὸ κέντρον τῆς γῆς. λέγεται γενητὸν καὶ τὸ ἐπινοίᾳ σύνθετον, καὶ εἰ μὴ συντεθῇ. οὕτως σύνθετος ἡ μέση ἐκ νήτης καὶ ὑπάτης· καὶ γὰρ εἰ μὴ συντεθῇ, ἐνορᾶται αὐτῇ δύναμις ἡ τῆς ἑτέρας πρὸς τὴν ἑτέραν. τὸ δ' ὅμοιον ἐπὶ ἀνθῶν καὶ ζῴων. καὶ τῷ κόσμῳ τοίνυν ἐνορᾶται σύνθεσις καὶ κρᾶσις, καθὸ καὶ δυνάμεθα ἀφελόντες αὐτοῦ καὶ χωρίσαντες τὰς ποιότητας ἀναλῦσαι αὐτὸν εἰς τὸ πρῶτον ὑποκείμενον. λέγεται γενητὸς ὁ κόσμος, καθὸ ἀεὶ ἐν τῷ γίνεσθαί ἐστιν ὡς ὁ Πρωτεὺς μεταβάλλων εἰς παντοδαπὰς μορφάς. καὶ τοῦ κόσμου τοίνυν ἡ μὲν γῆ καὶ τὰ μέχρι σελήνης ἐνδελεχῶς μεταβάλλει εἰς ἄλληλα, τὰ δ' ὑπὲρ τὴν σελήνην τῷ μὲν ὑποκειμένῳ σχεδὸν ταὐτά ἐστιν βραχείας γενομένης τῆς μεταβολῆς, μεταβάλλει δὲ κατ' εἶδος, ὡς ὀρχηστὴς κατὰ