Ancient Greek · ~5 min
Page 147
Joannes Philoponus Phil., De aeternitate mundi 147
Not analysed yet
τὸ ὑποκείμενον εἷς ὢν μεταβάλλει εἰς πολλὰ εἴδη κατὰ ποιὰν χειρονομίαν. καὶ τὰ οὐράνια τοίνυν μεταβάλλει καὶ γίγνονται σχέσεις αὐτῶν διάφοροι παρὰ τὰς κινήσεις τῶν πλανητῶν πρὸς τὰ ἀπλανῆ κἀκείνων πρὸς τὰ πλανητά. λέγοιτο δὲ γενητός, ὅτι καὶ τὸ εἶναι αὐτῷ ἀλλαχόθεν ἐστὶν καὶ παρὰ τοῦ θεοῦ, πρὸς ὃν κεκόσμηται. οὕτως καὶ καθ' οὓς ὁ κόσμος ἄντικρυς ἀίδιος, ἡ σελήνη γενητὸν ἔσχε τὸ φῶς ἐκ τοῦ ἡλίου· καίτοι οὐδέποτε ἦν, ὅτε οὐ πεφώτισται ὑπ' αὐτοῦ. κατὰ μὲν οὖν ταῦτα τὰ σημαινόμενα εἴ τις βούληται κατὰ Πλάτωνα λέγειν γενητὸν τὸν κόσμον, λεγέτω, καθὸ δὲ σημαίνεται χρόνος τις καὶ ὅτι πρότερον οὐκ ὢν ὕστερον ἐγένετο, οὐκέτι. ἐμφαίνει δὲ καὶ αὐτός, πῶς δεῖ ἑαυτοῦ ἀκούειν, ὅταν λέγῃ ‘ἀρχὴν ἔχων οὐδεμίαν ἢ γέγονεν ἀπ' ἀρχῆς τινος’· τὸ γὰρ οὐδεμίαν καὶ τὸ τινός δηλωτικά ἐστιν, ὅτι οὐ βούλεται ἀρχὴν λαμβάνεσθαι τὴν κατὰ χρόνον, ὥς φαμεν Ἔφορον ἀρχὴν εἰληφέναι τῆς ἱστορίας ἀπὸ τῆς Ἡρακλειδῶν καθόδου. οἱ δὲ ἄλλην ἀρχήν φασιν τὴν κατὰ τὸ δημιουργοῦν· ἔστιν γὰρ ἀρχὴ καὶ ὁ δημιουργὸς καὶ τὸ παράδειγμα καὶ ἡ ὕλη· ἀλλ' αὕτη οὐκέτ' ἂν κυρίως λέγοιτ' ἂν ἀρχή. πάλιν οὐκ εἶπεν ‘καὶ σῶμά ἐστιν’ ἀλλὰ ‘καὶ σῶμα ἔχων’, ἐμφαίνων, ὅτι κατὰ τὸ τοιαύτης εἶναι φύσεως τῆς σωματικῆς, ἧς τὸ εἶναι ἐν τῷ γίνεσθαί ἐστιν, λέγοιτο ἂν γενητός’. ταῦτα μὲν οὖν ὁ εἰρημένος ἀνήρ. τῷ